§3.67.1οἱ δὲ συστρατευόμενοι Κελτοὶ τοῖς Ῥωμαίοις θεωροῦντες ἐπικυδεστέρας τὰς τῶν Καρχηδονίων ἐλπίδας, συνταξάμενοι πρὸς ἀλλήλους καιρὸν ἐπετήρουν πρὸς ἐπίθεσιν, μένοντες ἐν ταῖς ἑαυτῶν ἕκαστοι σκηναῖς.
与罗马人一同参战的凯尔特人看到迦太基人的希望更加光明,便相互约定了时间,寻找袭击的机会,各自留在自己的帐篷里。
§3.67.2δειπνοποιησαμένων δὲ καὶ κατακοιμισθέντων τῶν ἐν τῷ χάρακι, παρελθεῖν ἐάσαντες τὸ πλεῖον μέρος τῆς νυκτὸς καθωπλισμένοι περὶ τὴν ἑωθινὴν φυλακὴν ἐπιτίθενται τοῖς σύνεγγυς τῶν Ῥωμαίων παραστρατοπεδεύουσι.
营地里的人们吃过晚饭并入睡后,他们让大半夜过去,在黎明哨兵换班时分武装起来,袭击了在他们附近安营扎寨的罗马人。
§3.67.3καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτειναν, οὐκ ὀλίγους δὲ κατετραυμάτισαν·
他们杀死了其中的许多人,并打伤了不少人;最后,他们砍下死者的头颅,撤退到迦太基人那里。
τέλος δὲ τὰς κεφαλὰς ἀποτεμόντες τῶν τεθνεώτων ἀπεχώρουν πρὸς τοὺς Καρχηδονίους, ὄντες πεζοὶ μὲν εἰς δισχιλίους, ἱππεῖς δὲ μικρῷ λείποντες διακοσίων.
他们的人数大约有二千步兵,骑兵略少于二百人。
§3.67.4Ἀννίβας δὲ φιλοφρόνως ἀποδεξάμενος αὐτῶν τὴν παρουσίαν, τούτους μὲν εὐθέως παρακαλέσας καὶ δωρεὰς ἑκάστοις τὰς ἁρμοζούσας ἐπαγγειλάμενος ἐξέπεμψεν εἰς τὰς αὑτῶν πόλεις, δηλώσοντας μὲν τὰ πεπραγμένα τοῖς πολίταις, παρακαλέσοντας δὲ πρὸς τὴν αὑτοῦ συμμαχίαν.
汉尼拔热情地接待了他们的到来,随即对他们进行鼓励,并承诺给每人适当的赏赐,然后派他们回到各自的城市,以便向市民说明发生的事情,并敦促他们与自己结盟。
§3.67.5ᾔδει γὰρ ὅτι πάντες κατʼ ἀνάγκην αὐτῷ κοινωνήσουσι τῶν πραγμάτων, ἐπιγνόντες τὸ γεγονὸς ἐκ τῶν σφετέρων πολιτῶν παρασπόνδημα κατὰ τῶν Ῥωμαίων.
因为他知道,一旦他们得知自己的公民对罗马人所犯下的背信弃义行为,所有人必将不得不与他共进退。
§3.67.6ἅμα δὲ τούτοις καὶ τῶν Βοίων παραγεγονότων καὶ τοὺς τρεῖς ἄνδρας ἐγχειριζόντων αὐτῷ τοὺς ἐπὶ τὴν διάδοσιν τῆς χώρας ὑπὸ Ῥωμαίων ἐξαπεσταλμένους, ὧν κατʼ ἀρχὰς ἐκυρίευσαν τοῦ πολέμου παρασπονδήσαντες, καθάπερ ἐπάνω προεῖπον,
与此同时,波伊人也来到了,并向他移交了罗马人为分配土地而派遣的三名男子,正如我上面所说,波伊人在战争初期通过背信弃义的行为俘获了这些人。
§3.67.7ἀποδεξάμενος Ἀννίβας τὴν εὔνοιαν αὐτῶν ὑπὲρ μὲν τῆς φιλίας καὶ συμμαχίας ἔθετο πρὸς τοὺς παρόντας πίστεις· τούς γε μὴν ἄνδρας αὐτοῖς ἀπέδωκε, παραγγείλας τηρεῖν, ἵνα παρὰ τούτων κομίσωνται τοὺς αὑτῶν ὁμήρους κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν.
汉尼拔接受了他们的好意,与在场的人确立了友好和同盟的盟约;不过,他把那些人还给了他们,命令他们加以看管,以便按照最初的计划,从罗马人那里换回自己的人质。
§3.67.8Πόπλιος δὲ σχετλιάζων ἐπὶ τῷ γεγονότι παρασπονδήματι καὶ συλλογισάμενος ὅτι πάλαι τῶν Κελτῶν πρὸς αὐτοὺς ἀλλοτρίως διακειμένων, τούτων ἐπιγεγονότων πάντας τοὺς πέριξ Γαλάτας συμβήσεται πρὸς τοὺς Καρχηδονίους ἀπονεύειν, ἔγνω δεῖν εὐλαβηθῆναι τὸ μέλλον.
普布利乌斯对发生的背信弃义行为感到愤慨,并推料到,既然凯尔特人早就对他们怀有敌意,如今又发生了这件事,所有周围的高卢人必将倒向迦太基人,于是决定必须对未来保持警惕。
§3.67.9διόπερ ἐπιγενομένης τῆς νυκτὸς ὑπὸ τὴν ἑωθινὴν ἀναζεύξας ἐποιεῖτο τὴν πορείαν ὡς ἐπὶ τὸν Τρεβίαν ποταμὸν καὶ τοὺς τούτῳ συνάπτοντας γεωλόφους, πιστεύων τῇ τε τῶν τόπων
因此,夜幕降临后,他在黎明前拔营,向着特雷比亚斯河及与其相邻的丘陵地带进军,信任这些地方的……