§3.54.1καὶ συνάψαι πρὸς τὴν παρεμβολήν.
并与营地汇合。
τῆς δὲ χιόνος ἤδη περὶ τοὺς ἄκρους ἁθροιζομένης διὰ τὸ συνάπτειν τὴν τῆς Πλειάδος δύσιν, θεωρῶν τὰ πλήθη δυσθύμως διακείμενα καὶ διὰ τὴν προγεγενημένην ταλαιπωρίαν καὶ διὰ τὴν ἔτι προσδοκωμένην, §3.54.2ἐπειρᾶτο συναθροίσας παρακαλεῖν, μίαν ἔχων ἀφορμὴν εἰς τοῦτο τὴν τῆς Ἰταλίας ἐνάργειαν·
由于昴星团即将西沉,山顶上已开始积雪,汉尼拔看到士兵们因过去的痛苦以及对未来的担忧而意志消沉,便试图召集并激励他们,而他对此唯一的凭借就是意大利近在眼前的清晰景象。
οὕτως γὰρ ὑποπεπτώκει τοῖς προειρημένοις ὄρεσιν ὥστε συνθεωρουμένων ἀμφοῖν ἀκροπόλεως φαίνεσθαι διάθεσιν ἔχειν τὰς Ἄλπεις τῆς ὅλης Ἰταλίας.
因为意大利正位于上述山脉的脚下,当两者齐入眼帘时,阿尔卑斯山脉在整片意大利半岛上便显得犹如一座卫城。
§3.54.3διόπερ ἐνδεικνύμενος αὐτοῖς τὰ περὶ τὸν Πάδον πεδία καὶ καθόλου τῆς εὐνοίας ὑπομιμνήσκων τῆς τῶν κατοικούντων αὐτὰ Γαλατῶν, ἅμα δὲ καὶ τὸν τῆς Ῥώμης αὐτῆς τόπον ὑποδεικνύων ἐπὶ ποσὸν εὐθαρσεῖς ἐποίησε τοὺς ἀνθρώπους.
因此,他向他们指出了波河一带的平原,并普遍地提醒他们居住在那里的高卢人对他们的好意,同时指出了罗马城本身的位置,从而在一定程度上激发了人们的勇气。
§3.54.4τῇ δʼ ἐπαύριον ἀναζεύξας ἐνήρχετο τῆς καταβάσεως.
次日,他拔营开始下山。
ἐν ᾗ πολεμίοις μὲν οὐκέτι περιέτυχε πλὴν τῶν λάθρᾳ κακοποιούντων, ὑπὸ δὲ τῶν τόπων καὶ τῆς χιόνος οὐ πολλῷ λείποντας ἀπέβαλε τῶν κατὰ τὴν ἀνάβασιν φθαρέντων.
在下山过程中,除了少数暗中进行袭扰的敌人外,他没有再遇到其他敌人,但由于地形和积雪,他损失的士兵人数几乎不下于在上山时丧生的人数。
§3.54.5οὔσης γὰρ στενῆς καὶ κατωφεροῦς τῆς καταβάσεως, τῆς δὲ χιόνος ἄδηλον ποιούσης ἑκάστοις τὴν ἐπίβασιν, πᾶν τὸ παραπεσὸν τῆς ὁδοῦ καὶ σφαλὲν ἐφέρετο κατὰ τῶν κρημνῶν.
因为下山的路狭窄而陡峭,且积雪使每个人都无法看清落脚点,所有偏离道路或滑倒的人都坠落到了悬崖之下。
§3.54.6οὐ μὴν ἀλλὰ ταύτην μὲν ὑπέφερον τὴν ταλαιπωρίαν, ἅτε συνήθεις ὄντες ἤδη τοῖς τοιούτοις κακοῖς· §3.54.7ἅμα δὲ τῷ παραγενέσθαι πρὸς τοιοῦτον τόπον, ὃν οὔτε τοῖς θηρίοις οὔτε τοῖς ὑποζυγίοις δυνατὸν ἦν παρελθεῖν διὰ τὴν στενότητα, σχεδὸν ἐπὶ τρίʼ ἡμιστάδια τῆς ἀπορρῶγος καὶ πρὸ τοῦ μὲν οὔσης, τότε δὲ καὶ μᾶλλον ἔτι προσφάτως ἀπερρωγυίας, ἐνταῦθα πάλιν ἀθυμῆσαι καὶ διατραπῆναι συνέβη τὸ πλῆθος.
尽管如此,他们还是忍受了这种折磨,因为他们已经习惯了这种苦难;但当他们来到这样一个地方时——由于道路极其狭窄,大象和驮兽都无法通过,悬崖在此前本就陡峭,此时由于最近的塌方而更加断裂,延伸了将近一斯塔迪温半——士兵们在此再次感到绝望并陷入混乱。
§3.54.8τὸ μὲν οὖν πρῶτον ἐπεβάλετο περιελθεῖν τὰς δυσχωρίας ὁ τῶν Καρχηδονίων στρατηγός· ἐπιγενομένης δὲ χιόνος καὶ ταύτην ἀδύνατον ποιούσης τὴν πορείαν,
起初,这位迦太基统帅试图绕过这片险地;但由于新落的积雪使得这条路线也无法通行,