§3.51.1οὗ συμβάντος καὶ τῆς ἡμέρας ἐπιγενομένης, οἱ βάρβαροι συνθεασάμενοι τὸ γεγονὸς τὰς μὲν ἀρχὰς ἀπέστησαν τῆς ἐπιβολῆς·
此事发生且天亮之后,蛮族目睹了发生的事情,起初放弃了袭击的企图。
§3.51.2μετὰ δὲ ταῦτα θεωροῦντες τὸ τῶν ὑποζυγίων πλῆθος καὶ τοὺς ἱππεῖς δυσχερῶς ἐκμηρυομένους καὶ μακρῶς τὰς δυσχωρίας, ἐξεκλήθησαν ὑπὸ τοῦ συμβαίνοντος ἐξάπτεσθαι τῆς πορείας.
但此后,他们看到大批驮兽和骑兵在险峻通道中艰难地排成一长列行进,便受到这一状况的诱惑,开始袭击行军队伍。
§3.51.3τούτου δὲ γενομένου, καὶ κατὰ πλείω μέρη προσπεσόντων τῶν βαρβάρων, οὐχ οὕτως ὑπὸ τῶν ἀνδρῶν ὡς ὑπὸ τῶν τόπων πολὺς ἐγίνετο φθόρος τῶν Καρχηδονίων, καὶ μάλιστα τῶν ἵππων καὶ τῶν ὑποζυγίων.
当此事发生、蛮族从多处发起袭击时,迦太基人遭受了巨大的损失,这与其说是由于敌人的攻击,不如说是由于地形,尤其是在马匹和驮兽中。
§3.51.4οὔσης γὰρ οὐ μόνον στενῆς καὶ τραχείας τῆς προσβολῆς ἀλλὰ καὶ κρημνώδους, ἀπὸ παντὸς κινήματος καὶ πάσης ταραχῆς ἐφέρετο κατὰ τῶν κρημνῶν ὁμόσε τοῖς φορτίοις πολλὰ τῶν ὑποζυγίων.
因为登攀之路不仅狭窄崎岖,而且十分陡峭,由于任何一点动静和混乱,许多驮兽都连同它们背负的行李一起坠入悬崖。
§3.51.5καὶ μάλιστα τὴν τοιαύτην ταραχὴν ἐποίουν οἱ τραυματιζόμενοι τῶν ἵππων· τούτων γὰρ οἱ μὲν ἀντίοι συμπίπτοντες τοῖς ὑποζυγίοις, ὁπότε διαπτοηθεῖεν ἐκ τῆς πληγῆς, οἱ δὲ κατὰ τὴν εἰς τοὔμπροσθεν ὁρμὴν ἐξωθοῦντες πᾶν τὸ παραπῖπτον ἐν ταῖς δυσχωρίαις, μεγάλην ἀπειργάζοντο ταραχήν.
特别是受伤的马匹造成了极大的混乱:其中一些马匹一旦因受伤而受惊,就会迎面撞上驮兽,而另一些马匹则在向前冲锋的过程中把在险隘中遇到的一切都推开,从而造成了巨大的混乱。
§3.51.6εἰς ἃ βλέπων Ἀννίβας καὶ συλλογιζόμενος ὡς οὐδὲ τοῖς διαφυγοῦσι τὸν κίνδυνον ἔστι σωτηρία τοῦ σκευοφόρου διαφθαρέντος, ἀναλαβὼν τοὺς προκατασχόντας τὴν νύκτα τὰς ὑπερβολὰς ὥρμησε παραβοηθήσων τοῖς τῇ πορείᾳ προλαβοῦσιν.
汉尼拔看到这些,并考虑到如果辎重队被毁,即使是那些脱离危险的人也无法生还,于是他带领夜间预先占领高地的士兵,急忙前去救援那些在行军中领先的人。
§3.51.7οὗ γενομένου πολλοὶ μὲν τῶν πολεμίων ἀπώλλυντο διὰ τὸ ποιεῖσθαι τὴν ἔφοδον ἐξ ὑπερδεξίων τὸν Ἀννίβαν, οὐκ ἐλάττους δὲ καὶ τῶν ἰδίων·
随着这一行动的展开,由于汉尼拔是从高处发起进攻,许多敌人被消灭,但己方的伤亡也同样不少。
§3.51.8ὁ γὰρ κατὰ τὴν πορείαν θόρυβος ἐξ ἀμφοῖν ηὔξετο διὰ τὴν τῶν προειρημένων κραυγὴν καὶ συμπλοκήν.
因为行军途中的喧嚣由于上述人马的叫喊和混战而在双方都有所增加。
§3.51.9ἐπεὶ δὲ τοὺς μὲν πλείστους τῶν Ἀλλοβρίγων ἀπέκτεινε, τοὺς δὲ λοιποὺς τρεψάμενος ἠνάγκασε φυγεῖν εἰς τὴν οἰκείαν, τότε δὴ τὸ μὲν ἔτι περιλειπόμενον πλῆθος τῶν ὑποζυγίων καὶ τῶν ἵππων μόλις καὶ ταλαιπώρως διήνυε τὰς δυσχωρίας,
直到他消灭了大部分阿洛布罗基斯人,并迫使其余的人逃回自己的家园,那时,剩下的大批驮兽和马匹才终于极其艰难、痛苦地通过了那些险隘。
§3.51.10αὐτὸς δὲ συναθροίσας ὅσους ἠδύνατο πλείστους ἐκ τοῦ κινδύνου προσέβαλε πρὸς τὴν πόλιν, ἐξ ἧς ἐποιήσαντο τὴν ὁρμὴν οἱ πολέμιοι.
他自己则从危险中集结了尽可能多的士兵,向敌人发起突击的那座城镇发起了进攻。
§3.51.11καταλαβὼν δὲ σχεδὸν ἔρημον διὰ τὸ πάντας ἐκκληθῆναι πρὸς τὰς ὠφελείας ἐγκρατὴς ἐγένετο τῆς πόλεως.
他发现由于所有人都在利益的诱惑下被引诱出去,城镇几乎空无一人,于是便占领了它。
ἐκ δὲ τούτου πολλὰ συνέβη τῶν χρησίμων αὐτῷ πρός τε τὸ παρὸν καὶ πρὸς τὸ μέλλον.
由此,无论是在眼前还是在未来,都有许多对他有利的事情发生。
§3.51.12παραυτίκα μὲν γὰρ ἐκομίσατο πλῆθος ἵππων καὶ ὑποζυγίων καὶ τῶν ἅμα τούτοις ἑαλωκότων ἀνδρῶν, εἰς δὲ τὸ μέλλον ἔσχε μὲν καὶ σίτου καὶ θρεμμάτων ἐπὶ δυεῖν καὶ τρισὶν ἡμέραις εὐπορίαν,
因为他立即收回了大量的马匹、驮兽以及与它们一同被俘的人员,而对于未来,他获得了可供两三天使用的充足粮食和牲畜。
§3.51.13τὸ δὲ συνέχον, φόβον ἐνειργάσατο τοῖς ἑξῆς πρὸς τὸ μὴ τολμᾶν αὐτῷ ῥᾳδίως ἐγχειρεῖν μηδένα τῶν παρακειμένων ταῖς ἀναβολαῖς.
最重要的是,他对随后的人们施加了恐惧,使得居住在山口附近的任何人都不敢轻易向他动手。