§3.31.1ἔνιοι δὲ τῶν ἀκρίτως τὰ τοιαῦτα θεωμένων τάχʼ ἂν φήσαιεν ἡμᾶς οὐκ ἀναγκαίως ἐπὶ πλεῖον ἐξακριβοῦν τοὺς ὑπὲρ τῶν τοιούτων λόγους.
一些不加辨别地看待此类事物的人,或许会说我们对于这些问题的讨论进行了不必要的过于细致的探究。
§3.31.2ἐγὼ δʼ, εἰ μέν τις ὑπείληφεν πρὸς πᾶσαν περίστασιν αὐτάρκης ὑπάρχειν, καλὴν μέν, οὐκ ἀναγκαίαν δʼ ἴσως φήσαιμʼ ἂν εἶναι τὴν τῶν προγεγονότων ἐπιστήμην·
但我认为,如果有人自以为能自给自足地应对一切境遇,那么我或许会说,了解过去的知识固然美好,但也许并非必要。
§3.31.3εἰ δὲ μηδεὶς ἂν μήτε περὶ τῶν κατʼ ἰδίαν μήτε περὶ τῶν κοινῶν τολμήσαι τοῦτʼ εἰπεῖν ἄνθρωπος ὢν διὰ τό, κἂν κατὰ τὸ παρὸν εὐτυχῇ, τήν γε περὶ τοῦ μέλλοντος ἐλπίδα μηδὲν ἂν ἐκ τῶν νῦν παρόντων εὐλόγως βεβαιώσασθαι μηδένα τῶν νοῦν ἐχόντων, οὐ μόνον καλήν, §3.31.4ἔτι δὲ μᾶλλον ἀναγκαίαν εἶναί φημι διὰ ταῦτα τὴν τῶν παρεληλυθότων ἐπίγνωσιν.
但既然作为人,没有任何人敢于在私人事务或公共事务上说这样的话——因为,即便眼下顺遂,任何有理智的人都无法根据目前的情况合理地确保对未来的期望——那么我便认为,它不仅是美好的,而且由于这些原因,了解过去的历史更是不可或缺的。
§3.31.5πῶς γὰρ ἂν εἴτʼ αὐτὸς ἀδικούμενός τις ἢ τῆς πατρίδος ἀδικουμένης βοηθοὺς εὕροι καὶ συμμάχους, εἴτε κτήσασθαί τι καὶ προκατάρξασθαι σπουδάζων τοὺς συνεργήσοντας αὐτῷ παρορμήσαι πρὸς τὰς ἐπιβολάς;
因为,无论是一个人自身受到不公对待,还是他的祖国受到侵犯,如果不了解历史,他如何能找到帮手和盟友? 又或者,当他渴望获得某物并主动出击时,如何能激励那些在计划中与他合作的人?
§3.31.6πῶς δʼ ἂν εὐδοκούμενος τοῖς ὑποκειμένοις τοὺς βεβαιώσοντας τὴν αὐτοῦ προαίρεσιν καὶ διαφυλάξοντας τὴν κατάστασιν παροξύναι δικαίως, εἰ μηδὲν εἰδείη τῆς τῶν προγεγονότων περὶ ἑκάστους ὑπομνήσεως;
此外,即使他对现状感到满意,如果他对各方过去的经历一无所知,又如何能正当地促使那些将会坚定他的志向、维护既定体制的人行动起来?
§3.31.7πρὸς μὲν γὰρ τὸ παρὸν ἀεί πως ἁρμοζόμενοι καὶ συνυποκρινόμενοι τοιαῦτα καὶ λέγουσι καὶ πράττουσι πάντες ὥστε δυσθεώρητον εἶναι τὴν ἑκάστου προαίρεσιν καὶ λίαν ἐν πολλοῖς ἐπισκοτεῖσθαι τὴν ἀλήθειαν.
因为在现实面前,所有人都在某种程度上顺应形势、戴着面具说话和做事,以至于每个人的真实意图都难以看清,真理在许多情况下也被大大蒙蔽。
§3.31.8τὰ δὲ παρεληλυθότα τῶν ἔργων, ἐξ αὐτῶν τῶν πραγμάτων λαμβάνοντα τὴν δοκιμασίαν, ἀληθινῶς ἐμφαίνει τὰς ἑκάστων αἱρέσεις καὶ διαλήψεις καὶ δηλοῖ παρʼ οἷς μὲν χάριν, εὐεργεσίαν, βοήθειαν ἡμῖν ὑπάρχουσαν, παρʼ οἷς δὲ τἀναντία τούτων.
而过去的行为,通过事实本身接受了检验,真实地展现了每个人的选择和心态,并表明我们在哪些人那里可以获得感激、恩惠和帮助,而在哪些人那里则会遇到相反的情况。
§3.31.9ἐξ ὧν καὶ τὸν ἐλεήσοντα καὶ τὸν συνοργιούμενον, ἔτι δὲ τὸν δικαιώσοντα, πολλάκις καὶ ἐπὶ πολλῶν εὑρεῖν ἔστιν.
由此,在许多情况下,人们往往能找到会同情我们、会与我们一同愤怒、甚至会主持公道的人。
§3.31.10ἅπερ ἔχει μεγίστας ἐπικουρίας καὶ κοινῇ καὶ κατʼ ἰδίαν πρὸς τὸν ἀνθρώπινον βίον.
这些对于人类的生活,无论是在公共事务还是私人生活上,都具有极大的助益。
§3.31.11διόπερ οὐχ οὕτως ἐστὶ φροντιστέον τῆς αὐτῶν τῶν πράξεων ἐξηγήσεως οὔτε τοῖς γράφουσιν οὔτε τοῖς ἀναγινώσκουσιν τὰς ἱστορίας, ὡς τῶν πρότερον καὶ τῶν ἅμα καὶ τῶν ἐπιγινομένων τοῖς ἔργοις.
因此,历史的编纂者和阅读者,都不应像关注事件前因、后果以及伴随状态那样,去过度关注事件本身的叙述。
§3.31.12ἱστορίας γὰρ ἐὰν ἀφέλῃ τις τὸ διὰ τί καὶ πῶς καὶ τίνος χάριν ἐπράχθη τὸ πραχθὲν καὶ πότερον εὔλογον ἔσχε τὸ τέλος, τὸ καταλειπόμενον αὐτῆς ἀγώνισμα μὲν μάθημα δʼ οὐ γίνεται, §3.31.13καὶ παραυτίκα μὲν τέρπει, πρὸς δὲ τὸ μέλλον οὐδὲν ὠφελεῖ τὸ παράπαν.
因为,如果有人从历史中抽离了“为什么”、“如何”以及“为了什么”而做某事,以及该事是否得到了合理的结局,那么历史所剩下的部分就只能成为一时的消遣(竞技表演),而不能成为一种教训,它虽能带来当下的欢愉,但对未来却毫无裨益。