Humanitext Reader

波利比奥斯 · 历史 §3.2.1-3.2.8

从汉尼拔战争开始的论述顺序与全书大纲

第 161 段,共 1311 段 · 希腊语

内容简介

作者预告了本书后续将要论述的历史事件的具体顺序,包括汉尼拔战争的爆发及其影响、同代东方诸王国的动向,以及对罗马政体的剖析。

§3.2.1τινὰ ποιησόμεθα τὴν ἔφοδον τῆς ἐξηγήσεως.
……我们将进行如下叙述。
ὑποδείξαντες γὰρ τὰς αἰτίας, διʼ ἃς ὁ προδεδηλωμένος συνέστη Καρχηδονίοις καὶ Ῥωμαίοις πόλεμος, ὁ προσαγορευθεὶς Ἀννιβιακός, §3.2.2ἐροῦμεν ὡς εἰς Ἰταλίαν ἐμβαλόντες Καρχηδόνιοι καὶ καταλύσαντες τὴν Ῥωμαίων δυναστείαν εἰς μέγαν μὲν φόβον ἐκείνους ἤγαγον περὶ σφῶν καὶ τοῦ τῆς πατρίδος ἐδάφους, μεγάλας δʼ ἔσχον αὐτοὶ καὶ παραδόξους ἐλπίδας, ὡς καὶ τῆς Ῥώμης αὐτῆς ἐξ ἐφόδου κρατήσοντες.
在指出前述迦太基人与罗马人之间爆发的、被称为汉尼拔战争的起因之后,我们将讲述迦太基人如何入侵意大利并瓦解了罗马人的统治,给他们自身和祖国的国土带来了巨大的恐惧,而他们自己则抱有巨大且出乎意料的希望,甚至指望通过强攻夺取罗马城本身。
§3.2.3ἑξῆς δὲ τούτοις πειρασόμεθα διασαφεῖν ὡς κατὰ τοὺς αὐτοὺς καιροὺς Φίλιππος μὲν ὁ Μακεδὼν διαπολεμήσας Αἰτωλοῖς καὶ μετὰ ταῦτα συστησάμενος τὰ κατὰ τοὺς Ἕλληνας ἐπεβάλετο κοινωνεῖν Καρχηδονίοις τῶν αὐτῶν ἐλπίδων, §3.2.4Ἀντίοχος δὲ καὶ Πτολεμαῖος ὁ Φιλοπάτωρ ἠμφισβήτουν, τέλος δʼ ἐπολέμησαν ὑπὲρ Κοίλης Συρίας πρὸς ἀλλήλους, §3.2.5Ῥόδιοι δὲ καὶ Προυσίας ἀναλαβόντες πρὸς Βυζαντίους πόλεμον ἠνάγκασαν αὐτοὺς ἀποστῆναι τοῦ παραγωγιάζειν τοὺς πλέοντας εἰς τὸν Πόντον.
在此之后,我们将努力阐明,在同一时期,马其顿的腓力在结束了与埃托利亚人的战争并在此后整顿了希腊的事务之后,如何企图与迦太基人共享相同的希望,以及安条克与普托利迈乌斯·爱父者发生争端,并最终为了柯里叙利亚而相互开战,以及罗得斯人和普鲁西阿斯对拜占庭人发动战争,迫使他们停止向航行至蓬托斯海的人征收过境税。
§3.2.6στήσαντες δʼ ἐπὶ τούτων τὴν διήγησιν τὸν ὑπὲρ τῆς Ῥωμαίων πολιτείας συστησόμεθα λόγον, ᾧ κατὰ τὸ συνεχὲς ὑποδείξομεν ὅτι μέγιστα συνεβάλετʼ αὐτοῖς ἡ τοῦ πολιτεύματος ἰδιότης πρὸς τὸ μὴ μόνον ἀνακτήσασθαι τὴν Ἰταλιωτῶν καὶ Σικελιωτῶν δυναστείαν, ἔτι δὲ τὴν Ἰβήρων προσλαβεῖν καὶ Κελτῶν ἀρχήν, ἀλλὰ τὸ τελευταῖον καὶ πρὸς τὸ κρατήσαντας τῷ πολέμῳ Καρχηδονίων ἔννοιαν σχεῖν τῆς τῶν ὅλων ἐπιβολῆς.
在将叙述暂停于这些事件之后,我们将构建关于罗马政体的论说,借此我们将在接续的叙述中表明,正是其政体的独特性对他们起到了最大的作用,不仅使他们重新夺回了对意大利人和西西里人的统治权,而且进一步取得了对伊比利亚人和凯尔特人的统治,并在最终通过战争征服迦太基人之后,得以怀有对整个世界计划的设想。
§3.2.7ἅμα δὲ τούτοις κατὰ παρέκβασιν δηλώσομεν τὴν κατάλυσιν τῆς Ἱέρωνος τοῦ Συρακοσίου δυναστείας.
与此同时,我们将通过插叙,说明叙拉古的希伦统治的终结。
§3.2.8οἷς ἐπισυνάψομεν τὰς περὶ τὴν Αἴγυπτον ταραχὰς καὶ τίνα τρόπον Πτολεμαίου τοῦ βασιλέως μεταλλάξαντος τὸν βίον συμφρονήσαντες Ἀντίοχος καὶ Φίλιππος ἐπὶ διαιρέσει τῆς τοῦ καταλελειμμένου παιδὸς ἀρχῆς ἤρξαντο κακοπραγμονεῖν καὶ τὰς χεῖρας ἐπιβάλλειν Φίλιππος μὲν τοῖς κατʼ Αἴγαιον καὶ Καρίαν καὶ Σάμον, Ἀντίοχος δὲ τοῖς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην.
在这些事件之后,我们将紧接着叙述埃及的动乱,以及在国王普托利迈乌斯逝世之后,安条克与腓力如何阴谋瓜分遗留下的幼童的领土,开始胡作非为并动手劫掠——腓力针对爱琴海、卡里亚及萨摩斯群岛,而安条克则针对柯里叙利亚和腓尼基。

词汇与语法注释

  1. 3.2.1τινὰ ποιησόμεθα τὴν ἔφοδον τῆς ἐξηγήσεως — 本节开头的不定代名词 `τινὰ`、主动词 `ποιησόμεθα` 及其宾语 `τὴν ἔφοδον` 与前一节末尾(§3.1.11)的指示形容词 `τοιάνδε` 连用,构成一个完整的句子。这是跨越章节分界的跨节构文。
  2. 3.2.2ὡς καὶ τῆς Ῥώμης αὐτῆς ἐξ ἐφόδου κρατήσοντες — 连接词 `ὡς` 与将来时分词 `κρατήσοντες`(主格复数)连用,表示主句主语(迦太基人 `Καρχηδόνιοι`)的主观意图或确信,意为“怀着将要夺取……的期望”。
  3. 3.2.6ᾧ κατὰ τὸ συνεχὲς ὑποδείξομεν — 关系代词 `ᾧ`(与格、中性、单数)以其前方的 `λόγον`(论说)为先行词,作为工具或手段与格发挥作用,意为“通过这一论说”。
  4. 3.2.8ἐπὶ διαιρέσει τῆς τοῦ καταλελειμμένου παιδὸς ἀρχῆς — 介词 `ἐπὶ` 连同与格 `διαιρέσει` 表示目的,意为“为了瓜分……”。属格短语 `τῆς ... ἀρχῆς` 是修饰 `διαιρέσει` 的宾格性属格。

引用这一段

波利比奥斯, 历史 §3.2.1-3.2.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.2.1-3.2.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。