Humanitext Reader

波利比奥斯 · 历史 §3.29.1-3.29.10

罗马关于汉尼拔战争起因与责任的论点

第 188 段,共 1311 段 · 希腊语

内容简介

本章陈述了罗马方关于汉尼拔战争责任归属的论点。罗马人认为,与哈斯德鲁巴达成的协定凭其个人权力即属有效,且西西里条约中关于同盟者安全的条款应同样适用于当时及未来接纳的所有同盟者。

§3.29.1τὰ μὲν οὖν ὑπὸ Καρχηδονίων τότε ῥηθέντα δεδηλώκαμεν, τὰ δʼ ὑπὸ Ῥωμαίων λεγόμενα νῦν ἐροῦμεν·
因此,我们已经说明了当时迦太基人所说的话,而现在我们将陈述罗马人所主张的内容。
οἷς τότε μὲν οὐκ ἐχρήσαντο διὰ τὸν ἐπὶ τῇ Ζακανθαίων ἀπωλείᾳ θυμόν· λέγεται δὲ πολλάκις καὶ ὑπὸ πολλῶν παρʼ αὐτοῖς.
当时由于对萨贡图姆人灭亡的愤怒,他们并没有使用这些论点,但在他们之中,这些论点经常被许多人提及。
§3.29.2πρῶτον μὲν ὅτι τὰς πρὸς Ἀσδρούβαν γενομένας ὁμολογίας οὐκ ἀθετητέον, καθάπερ οἱ Καρχηδόνιοι λέγειν ἐθάρρουν· οὐ γὰρ προσέκειτο, §3.29.3καθάπερ ἐπὶ τοῦ Λυτατίου, ‘κυρίας εἶναι ταύτας, ἐὰν καὶ τῷ δήμῳ δόξῃ τῶν ‘Ῥωμαίων· ’ ἀλλʼ αὐτοτελῶς ἐποιήσατο τὰς ὁμολογίας Ἀσδρούβας, ἐν αἷς ἦν, ‘τὸν Ἴβηρα ποταμὸν μὴ δια" §3.29.41βαίνειν ἐπὶ πολέμῳ Καρχηδονίους.
第一,正如迦太基人竟敢声称的那样,与哈斯德鲁巴达成的协定绝不应被废弃;因为其中并未附加条款,像路塔提乌斯的情况那样,“如果罗马人民也同意,这些协定才有效”;相反,哈斯德鲁巴是凭其独立权力达成协定的,其中写道:“迦太基人不得因战争而越过埃布罗河。
’ καὶ μὴν ἐν ταῖς περὶ Σικελίαν συνθήκαις ἦν ἔγγραπτον, καθάπερ κἀκεῖνοί φασιν, ‘ὑπάρχειν τοῖς ἀμφοτέρων συμ‘μάχοις τὴν παρʼ ἑκατέρων ἀσφάλειαν,’ οὐκ αὐτοῖς μόνον τοῖς τότε συμμαχοῦσι, καθάπερ ἐποιοῦντο τὴν ἐκδοχὴν οἱ Καρχηδόνιοι·
”此外,正如他们自己所说,在关于西西里的条约中载明,“双方的同盟者应享有来自各方的安全”,这并非像迦太基人所解释的那样,仅限于当时已结成同盟的人。
§3.29.5προσέκειτο γὰρ ἂν ἤτοι τὸ μὴ προσλαμβάνειν ἑτέρους συμμάχους παρὰ τοὺς ὑπάρχοντας ἢ τὸ μὴ παραλαμβάνεσθαι τοὺς ὕστερον προσληφθέντας τούτων τῶν συνθηκῶν.
因为如果是那样的话,其中必定会附加一项条款,要么规定不得在现有同盟者之外接纳其他同盟者,要么规定随后接纳的人应被排除在这份条约的保护之外。
§3.29.6ὅτε δὲ τούτων οὐδέτερον ἐγράφη, προφανὲς ἦν ὅτι πᾶσι τοῖς ἑκατέρων συμμάχοις, καὶ τοῖς οὖσι τότε καὶ τοῖς μετὰ ταῦτα προσληφθησομένοις, τὴν παρʼ ἀμφοῖν ἀσφάλειαν ἀεὶ δέον ἦν ὑπάρχειν.
但既然这两者都没有写明,显而易见,双方的所有同盟者——无论是当时的同盟者还是此后接纳的同盟者——都应该始终享有来自两国的安全保障。
§3.29.7ὃ δὴ καὶ πάντως ἂν εἰκὸς εἶναι δόξειεν.
而这确实也显得非常合情合理。
οὐ γὰρ δήπου τοιαύτας ἔμελλον ποιήσεσθαι συνθήκας διʼ ὧν ἀφελοῦνται τὴν ἐξουσίαν σφῶν αὐτῶν τοῦ προσλαμβάνειν κατὰ καιρούς, ἄν τινες ἐπιτήδειοι φανῶσιν αὐτοῖς φίλοι καὶ σύμμαχοι, §3.29.8οὐδὲ μὴν προσλαβόντες εἰς τὴν σφετέραν πίστιν περιόψεσθαι τούτους ὑπό τινων ἀδικουμένους·
因为他们绝对不可能签订这样一份条约,以此剥夺自己根据时势接纳同盟者的权力——如果出现任何适合作为他们朋友和同盟者的人的话;也不会在将他们接纳归入己方的保护之后,对其遭受他人的侵害而视若无睹。
§3.29.9ἀλλʼ ἦν ἀμφοτέρων τὸ συνέχον τῆς ἐννοίας τῆς ἐν ταῖς συνθήκαις τῶν μὲν ὑπαρχόντων ἀμφοτέροις τότε συμμάχων ἀφέξεσθαι καὶ κατὰ μηδένα τρόπον τοὺς ἑτέρους παρὰ τῶν ἑτέρων ἐπιδέξεσθαί τινας τούτων εἰς συμμαχίαν, §3.29.10περὶ δὲ τῶν μετὰ ταῦτα προσληφθησομένων αὐτὸ τοῦτο, μήτε ξενολογεῖν μήτʼ ἐπιτάττειν μηδετέρους μηδὲν ἐν ταῖς ἀλλήλων ἐπαρχίαις καὶ συμμαχίαις, ὑπάρχειν τε τὴν ἀσφάλειαν πᾶσι τὴν παρʼ ἀμφοῖν.
相反,双方在条约中主导意图的核心在于:对于当时双方已有的同盟者,彼此都应克制不予侵害,且任何一方都不得以任何方式接纳对方的同盟者加入自己的同盟;而关于此后接纳的人,正是这一点:双方任何一方都不得在对方的省份和同盟国中征募雇佣军或发号施令,并且两国应保障所有人的安全。

词汇与语法注释

  1. §3.29.1οἷς — 中性复数关系代词的与格,指代前句中的 τὰ ὑπὸ Ῥωμαίων λεγόμενα(罗马人所主张的内容),作动词 ἐχρήσαντο(源自 χράομαι,“使用”)的宾语。
  2. §3.29.2οὐκ ἀθετητέον — 使用动形容词 ἀθετητέος(应废弃的)中性形式的无人称句。宾格短语 τὰς πρὸς Ἀσδρούβαν γενομένας ὁμολογίας 作为其逻辑上的主语(或无人称表达中的宾语),用于 ὅτι 引导的间接陈述中,表示“不应废弃与哈斯德鲁巴达成的协定”。
  3. §3.29.5προσέκειτο γὰρ ἂν — 带有小词 ἄν 的直陈式过去未完成时,构成与过去事实相反的虚拟条件句的结论部(主句),表示如果迦太基人的解释(条约仅限于当时同盟)成立,“本会附加……”这一假想。
  4. §3.29.9τὸ συνέχον τῆς ἐννοίας — τὸ συνέχον(主要部分、核心)是作名词使用的现在分词中性单数。τῆς ἐννοίας(意图、主旨)是修饰它的属格。整个短语充当主语,其后的不定式短语(ἀφέξεσθαι... ἐπιδέξεσθαι...)用于阐释其具体内容。

引用这一段

波利比奥斯, 历史 §3.29.1-3.29.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.29.1-3.29.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。