§3.28.1ὥσπερ οὖν τὴν εἰς Σικελίαν διάβασιν Ῥωμαίων οὐ παρὰ τοὺς ὅρκους εὑρίσκομεν γεγενημένην, οὕτως ὑπὲρ τοῦ δευτέρου πολέμου, καθʼ ὃν ἐποιήσαντο τὰς περὶ Σαρδόνος συνθήκας, οὔτε πρόφασιν οὔτʼ αἰτίαν εὕροι τις ἂν εὔλογον,
因此,正如我们发现罗马人渡海进入西西里并未违反誓言一样,同样,对于他们签订关于撒丁岛条约的第二场战争,任何人都无法找到任何合理的借口或原因。
§3.28.2ἀλλʼ ὁμολογουμένως τοὺς Καρχηδονίους ἠναγκασμένους παρὰ πάντα τὰ δίκαια διὰ τὸν καιρὸν ἐκχωρῆσαι μὲν Σαρδόνος, ἐξενεγκεῖν δὲ τὸ προειρημένον πλῆθος τῶν χρημάτων.
相反,人们一致公认,迦太基人在完全违背正义的情况下,因当时的局势被迫撤出撒丁岛,并支付前述数额的金钱。
§3.28.3τὸ μὲν γὰρ ὑπὸ Ῥωμαίων περὶ τούτων λεγόμενον ἔγκλημα, διότι τοὺς παρὰ σφῶν πλοϊζομένους ἠδίκουν κατὰ τὸν Λιβυκὸν πόλεμον, ἐλύθη καθʼ οὓς καιροὺς κομισάμενοι παρὰ Καρχηδονίων ἅπαντας τοὺς κατηγμένους ἀντεδωρήσαντο χωρὶς λύτρων ἐν χάριτι τοὺς παρὰ σφίσιν ὑπάρχοντας αἰχμαλώτους.
因为罗马人在此事上提出的指控——即迦太基人在利比亚战争期间对从罗马航行的人行了不义之事——在当时就已经得到了解决,那时罗马人从迦太基人那里领回了所有被扣留的人,并作为好意,无偿归还了他们自己手中的俘虏。
§3.28.4ὑπὲρ ὧν ἡμεῖς τὰ κατὰ μέρος ἐν τῇ πρὸ ταύτης βύβλῳ δεδηλώκαμεν.
关于这些事情,我们已在本书的前一卷中作了详细的说明。
§3.28.5τούτων δὴ τοιούτων ὑπαρχόντων, λοιπὸν διευκρινῆσαι καὶ σκέψασθαι περὶ τοῦ κατʼ Ἀννίβαν πολέμου ποτέροις αὐτῶν τὴν αἰτίαν ἀναθετέον.
既然这些情况确实如此,那么剩下的任务就是阐明并考量,关于汉尼拔的战争,究竟应当将责任归于他们之中的哪一方。