§3.13.1γεσθαι.
叙述。
Καρχηδόνιοι γὰρ βαρέως μὲν ἔφερον καὶ τὴν ὑπὲρ Σικελίας ἧτταν, συνεπέτεινε δʼ αὐτῶν τὴν ὀργήν, καθάπερ ἐπάνω προεῖπον, τὰ κατὰ Σαρδόνα καὶ τὸ τῶν τελευταῖον συντεθέντων χρημάτων πλῆθος.
因为迦太基人固然对在西西里的失败感到沉重,但正如我上面所说的,撒丁岛的事态以及最后被强加的巨额赔款,更加剧了他们的愤怒。
§3.13.2διόπερ ἅμα τῷ τὰ πλεῖστα κατʼ Ἰβηρίαν ὑφʼ αὑτοὺς ποιήσασθαι πρὸς πᾶν ἑτοίμως διέκειντο τὸ κατὰ Ῥωμαίων ὑποδεικνύμενον.
因此,在将伊比利亚的大部分地区收归己有之后,他们随时准备采取任何针对罗马人的行动。
§3.13.3προσπεσούσης οὖν τῆς Ἀσδρούβου τελευτῆς, ᾧ μετὰ τὸν Ἀμίλκου θάνατον ἐνεχείρισαν τὰ κατὰ τὴν Ἰβηρίαν, τὸ μὲν πρῶτον ἐκαραδόκουν τὰς τῶν δυνάμεων ὁρμάς·
于是,当哈斯德鲁巴去世的消息传来时——在哈米尔卡尔死后,他们曾将伊比利亚的事务托付给哈斯德鲁巴——他们起初屏息观望军队的动向。
§3.13.4ἀφικομένης δὲ τῆς ἀγγελίας ἐκ τῶν στρατοπέδων ὅτι συμβαίνει τὰς δυνάμεις ὁμοθυμαδὸν ᾑρῆσθαι στρατηγὸν Ἀννίβαν, παραυτίκα συναθροίσαντες τὸν δῆμον μιᾷ γνώμῃ κυρίαν ἐποίησαν τὴν τῶν στρατοπέδων αἵρεσιν.
然而,当军营传来消息,称军队一致选举汉尼拔为将军时,他们立即召集民众,并一致通过使军队的选择具有法律效力。
§3.13.5Ἀννίβας δὲ παραλαβὼν τὴν ἀρχὴν εὐθέως ὥρμησεν ὡς καταστρεψόμενος τὸ τῶν Ὀλκάδων ἔθνος· ἀφικόμενος δὲ πρὸς Ἀλθαίαν τὴν βαρυτάτην αὐτῶν πόλιν κατεστρατοπέδευσεν.
汉尼拔接管指挥权后,立即出发准备征服奥尔卡德斯人;他来到他们最强大的城市阿尔泰亚,并在那里安营扎寨。
§3.13.6μετὰ δὲ ταῦτα χρησάμενος ἐνεργοῖς ἅμα καὶ καταπληκτικαῖς προσβολαῖς ταχέως ἐκράτησε τῆς πόλεως.
此后,他通过猛烈而令人震慑的进攻,迅速占领了该城。
οὗ συμβάντος οἱ λοιποὶ γενόμενοι καταπλαγεῖς ἐνέδωκαν αὑτοὺς τοῖς Καρχηδονίοις.
此事发生后,其余的人惊恐万分,向迦太基人投降。
§3.13.7ἀργυρολογήσας δὲ τὰς πόλεις καὶ κυριεύσας πολλῶν χρημάτων ἧκε παραχειμάσων εἰς Καινὴν πόλιν.
在向各城市征收资金并掌握了大量财富后,他回到凯涅波利斯准备过冬。
§3.13.8μεγαλοψύχως δὲ χρησάμενος τοῖς ὑποταττομένοις καὶ τὰ μὲν δοὺς τῶν ὀψωνίων τοῖς συστρατευομένοις τὰ δʼ ὑπισχνούμενος πολλὴν εὔνοιαν καὶ μεγάλας ἐλπίδας ἐνειρ
他宽待被征服的人,并将军饷的一部分发给并肩作战的士兵,另一部分则予以承诺,从而在他们心中树立了极大的好感和巨大的希望