Humanitext Reader

波利比奥斯 · 历史 §3.109.1-3.109.13

埃米利乌斯强调兵力优势并激励全军决战

第 268 段,共 1311 段 · 希腊语

内容简介

卢基乌斯向士兵们指出,与以往的失败不同,当前所有有利条件(包括两位指挥官的在场和兵力的绝对优势)均已具备,并勉励他们在关乎祖国命运的决战中英勇作战。

§3.109.1πρῶτον γὰρ ἡμεῖς ἀμφότεροι πάρεσμεν, οὐ μόνον αὐτοὶ κοινωνήσοντες ὑμῖν τῶν κινδύνων, ἀλλὰ καὶ τοὺς ἐκ τοῦ πρότερον ἔτους ἄρχοντας ἑτοίμους παρεσκευάκαμεν πρὸς τὸ μένειν καὶ μετέχειν τῶν αὐτῶν ἀγώνων.
因为首先,我们两人都在场,不仅我们自己要与你们同甘共苦,而且我们也已动员了前一年的执政官们留下来,共同参与同样的战斗。
§3.109.2ὑμεῖς γε μὴν οὐ μόνον ἑωράκατε τοὺς καθοπλισμούς, τὰς τάξεις, τὰ πλήθη τῶν πολεμίων, ἀλλὰ καὶ διαμαχόμενοι μόνον οὐ καθʼ ἑκάστην ἡμέραν δεύτερον ἐνιαυτὸν ἤδη διατελεῖτε.
此外,你们不仅亲眼目睹了敌人的装备、阵形和人数,而且你们几乎每天都在与他们交战,如今已是第二年了。
§3.109.3πάντων οὖν τῶν κατὰ μέρος ἐναντίως ἐχόντων ταῖς προγεγενημέναις μάχαις, εἰκὸς καὶ τὸ τέλος ἐναντίον ἐκβήσεσθαι τοῦ νῦν ἀγῶνος.
因此,既然所有具体情况都与以前的战斗相反,那么当前这场斗争的结局自然也将是相反的。
§3.109.4καὶ γὰρ ἄτοπον, μᾶλλον δʼ ὡς εἰπεῖν ἀδύνατον, ἐν μὲν τοῖς κατὰ μέρος ἀκροβολισμοῖς ἴσους πρὸς ἴσους συμπίπτοντας τὸ πλεῖον ἐπικρατεῖν, ὁμοῦ δὲ πάντας παραταξαμένους πλείους ὄντας ἢ διπλασίους τῶν ὑπεναντίων ἐλαττωθῆναι.
因为在局部的遭遇战中,你们在势均力敌的情况下交锋并占了上风,而在全体排阵迎敌、人数是对手两倍以上的情况下反而被击败,这实在荒谬,或者说几乎是不可能的。
§3.109.5διόπερ, ὦ ἄνδρες, πάντων ὑμῖν παρεσκευασμένων πρὸς τὸ νικᾶν, ἑνὸς προσδεῖται τὰ πράγματα, τῆς ὑμετέρας βουλήσεως καὶ προθυμίας, ὑπὲρ ἧς οὐδὲ παρακαλεῖσθαι πλείω πρέπειν ὑμῖν ὑπολαμβάνω.
因此,将士们,既然你们为夺取胜利已做好了一切准备,那么大局只缺少一样东西,那就是你们的意志和热忱,关于这一点,我认为甚至不应该再对你们多加劝勉。
§3.109.6τοῖς μέν γε μισθοῦ παρά τισι στρατευομένοις ἢ τοῖς κατὰ συμμαχίαν ὑπὲρ τῶν πέλας μέλλουσι κινδυνεύειν, οἷς κατʼ αὐτὸν τὸν ἀγῶνα καιρός ἐστι δεινότατος, τὰ δʼ ἐκ τῶν ἀποβαινόντων βραχεῖαν ἔχει διαφοράν, ἀναγκαῖος ὁ τῆς παρακλήσεως γίνεται τρόπος· §3.109.7οἷς δέ, καθάπερ ὑμῖν νῦν, οὐχ ὑπὲρ ἑτέρων ἀλλʼ ὑπὲρ σφῶν αὐτῶν καὶ πατρίδος καὶ γυναικῶν καὶ τέκνων ὁ κίνδυνος συνέστηκεν, καὶ πολλαπλασίαν τὰ μετὰ ταῦτα συμβαίνοντα τὴν διαφορὰν ἔχει τῶν ἐνεστώτων ἀεὶ κινδύνων, ὑπομνήσεως μόνον, παρακλήσεως δʼ οὐ προσδεῖ.
因为对于那些受雇于人而服役的雇佣兵,或者那些根据盟约要为邻人冒险的人来说,战斗发生的时刻本身虽然最可怕,但结局所带来的后果却对他们几乎没有区别,因此劝勉的方式是必不可少的;但对于那些像你们现在这样,不是为了别人,而是为了自己、祖国、妻子和儿女而面临危险,且其后的后果与眼前始终存在的危险相比有成倍差异的人来说,只需要提醒,而不需要劝勉。
§3.109.8τίς γὰρ οὐκ ἂν βούλοιτο μάλιστα μὲν νικᾶν ἀγωνιζόμενος, εἰ δὲ μὴ τοῦτʼ εἴη δυνατόν, τεθνάναι πρόσθεν μαχόμενος ἢ ζῶν ἐπιδεῖν τὴν τῶν προειρημένων ὕβριν καὶ καταφθοράν;
因为在战斗时,谁不最希望获得胜利? 而如果这是不可能的,谁不希望在战斗中先战死,而不愿活着目睹上述亲人的凌辱和毁灭?
§3.109.9διόπερ, ὦ ἄνδρες, χωρὶς τῶν ὑπʼ ἐμοῦ λεγομένων, αὐτοὶ λαμβάνοντες πρὸ ὀφθαλμῶν τὴν ἐκ τοῦ λείπεσθαι καὶ τοῦ νικᾶν διαφορὰν καὶ τὰ συνεξακολουθοῦντα τούτοις, οὕτως ἑαυτοὺς παραστήσεσθε πρὸς τὴν μάχην ὡς τῆς πατρίδος οὐ κινδυνευούσης νῦν αὐτοῖς τοῖς στρατοπέδοις, ἀλλὰ τοῖς ὅλοις.
因此,将士们,且不论我所说的话,你们自己要在眼前看清失败与胜利的区别,以及随之而来的后果,并以这样一种决心去迎接战斗,即祖国现在面临危险的不仅是这支军队本身,而是她的全部。
§3.109.10τί γὰρ ἔτι προσθεῖσα τοῖς ὑποκειμένοις, ἐὰν ἄλλως πως τὰ παρόντα κριθῇ, περιγενήσεται τῶν ἐχθρῶν, οὐκ ἔχει.
因为如果当前的局势出现别的结果,祖国已没有任何可以增加的现有资源来战胜敌人。
§3.109.11πᾶσαν γὰρ τὴν αὑτῆς προθυμίαν καὶ δύναμιν εἰς ὑμᾶς ἀπήρεισται, καὶ πάσας τὰς ἐλπίδας ἔχει τῆς σωτηρίας ἐν ὑμῖν.
因为她已将自己所有的热忱和力量都寄托在你们身上,并将所有的得救希望寄托在你们身上。
ὧν ὑμεῖς αὐτὴν μὴ διαψεύσητε νῦν, §3.109.12ἀλλʼ ἀπόδοτε μὲν τῇ πατρίδι τὰς ἁρμοζούσας χάριτας, φανερὸν δὲ πᾶσιν ἀνθρώποις ποιήσατε διότι καὶ τὰ πρότερον ἐλαττώματα γέγονεν οὐ διὰ τὸ Ῥωμαίους χείρους ἄνδρας εἶναι Καρχηδονίων, ἀλλὰ διʼ ἀπειρίαν τῶν τότε μαχομένων καὶ διὰ τὰς ἐκ τῶν καιρῶν περιστάσεις.
对于这些希望,你们现在切勿辜负她,而是要向祖国回报应得的恩情,并向所有人表明,先前的挫败并非因为罗马人是比迦太基人更差的战士,而是因为当时作战人员的缺乏经验以及当时的客观境遇。
§3.109.13’ τότε μὲν οὖν ταῦτα καὶ τοιαῦτα παρακαλέσας ὁ Λεύκιος διαφῆκε τοὺς πολλούς.
当时,卢基乌斯用这些及类似的话勉励了众人,随后遣散了他们。

词汇与语法注释

  1. 3.109.4ἴσους πρὸς ἴσους — 意为“对等者对抗对等者”的宾格表述,在此作副词用,表示“在势均力敌的条件下”或“以同等人数”交锋。它修饰了作为主格分词 συμπίπτοντας 的逻辑主语的罗马士兵的状态。
  2. 3.109.10τί γὰρ ἔτι προσθεῖσα τοῖς ὑποκειμένοις ... οὐκ ἔχει — οὐκ ἔχει 的主语承接前文的“国家”(πατρίς)。ἔχω 后面接疑问词从句(此处为 τί... περιγενήσεται),表示“没有手段去……”或“不知如何是好”。分词 προσθεῖσα 与主语(阴性单数)一致,带有让步或假设的语气,意为“即使在现有的条件上再增加什么”。
  3. 3.109.11ὧν ὑμεῖς αὐτὴν μὴ διαψεύσητε νῦν — 关系代词 ὧν 指代前文的“希望”(ἐλπίδων),起到了夺格性属格(或 διαψεύδω 的第二支配格)的作用。动词 διαψεύδω 意为“使(某人)在(某事)上落空”或“辜负”,在此采用双重支配结构,即人作宾格(αὐτήν:国家),物作属格(ὧν:希望)。

引用这一段

波利比奥斯, 历史 §3.109.1-3.109.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.109.1-3.109.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。