Humanitext Reader

波利比奥斯 · 历史 §3.11.1-3.11.9

汉尼拔自述与罗马为敌的童年誓言

第 170 段,共 1311 段 · 希腊语

内容简介

为消除安条克三世对他的怀疑,汉尼拔透露了童年时期的一个故事:在其父亲哈米尔卡的促使下,他在祭坛前发誓终生与罗马为敌。

§3.11.1πίστιν ἀρκοῦν ἔσται τὸ λέγεσθαι μέλλον.
接下来要说的话将是一个充分的证明。
καθʼ οὓς γὰρ καιροὺς καταπολεμηθεὶς Ἀννίβας ὑπὸ Ῥωμαίων τέλος ἐκ τῆς πατρίδος ἐξεχώρησε καὶ παρʼ Ἀντιόχῳ διέτριβε, τότε Ῥωμαῖοι συνθεωροῦντες ἤδη τὴν Αἰτωλῶν ἐπιβολὴν ἐξαπέστειλαν πρεσβευτὰς πρὸς Ἀντίοχον, βουλόμενοι μὴ λανθάνειν σφᾶς τὴν τοῦ βασιλέως προαίρεσιν.
因为在汉尼拔被罗马人击败、最终离开祖国并逗留在安条克处的时候,罗马人当时已经察觉到埃托利亚人的企图,派遣使节前往安条克,希望国王的意图不至于瞒过他们。
§3.11.2οἱ δὲ πρέσβεις ὁρῶντες τὸν Ἀντίοχον προσέχοντα τοῖς Αἰτωλοῖς καὶ πρόθυμον ὄντα πολεμεῖν Ῥωμαίοις, ἐθεράπευον τὸν Ἀννίβαν, σπουδάζοντες εἰς ὑποψίαν ἐμβαλεῖν πρὸς τὸν Ἀντίοχον.
使节们看到安条克倾听埃托利亚人的意见,并且热切地想与罗马人作战,便去亲近汉尼拔,力图使他在安条克那里引起怀疑。
§3.11.3ὃ καὶ συνέβη γενέσθαι.
这件事确实发生了。
προβαίνοντος γὰρ τοῦ χρόνου, καὶ τοῦ βασιλέως ὑπόπτως ἔχοντος ἀεὶ καὶ μᾶλλον πρὸς τὸν Ἀννίβαν, ἐγένετό τις καιρὸς ὡς ἐπὶ λόγον ἀχθῆναι τὴν ὑποικουρουμένην ἀτοπίαν ἐν αὐτοῖς.
因为随着时间的推移,国王对汉尼拔的怀疑也日益加深,于是一个机会出现了,使他们之间暗中积聚的嫌隙得以被摆到桌面上谈。
§3.11.4ἐν ᾧ καὶ πλείους ἀπολογισμοὺς ποιησάμενος Ἀννίβας τέλος ἐπὶ τὸ τοιοῦτο κατήντησε, δυσχρηστούμενος τοῖς λόγοις.
在此期间,汉尼拔作了许多申辩,但由于在言辞上陷入困境,最终他诉诸了如下的说法。
§3.11.5ἔφη γάρ, καθʼ ὃν καιρὸν ὁ πατὴρ αὐτοῦ τὴν εἰς Ἰβηρίαν ἔξοδον μέλλοι στρατεύεσθαι μετὰ τῶν δυνάμεων, ἔτη μὲν ἔχειν ἐννέα, θύοντος δʼ αὐτοῦ τῷ Διὶ παρεστάναι παρὰ τὸν βωμόν.
因为他说,在他父亲准备率军出发前往西班牙远征的时候,他只有九岁,当父亲向宙斯献祭时,他正站在祭坛旁。
§3.11.6ἐπεὶ δὲ καλλιερήσας κατασπείσαι τοῖς θεοῖς καὶ ποιήσαι τὰ νομιζόμενα, τοὺς μὲν ἄλλους τοὺς περὶ τὴν θυσίαν ἀποστῆναι κελεῦσαι μικρόν, αὐτὸν δὲ προσκαλεσάμενον ἐρέσθαι φιλοφρόνως εἰ βούλεται συνεξορμᾶν ἐπὶ τὴν στρατείαν.
在获得吉兆、向神明献酒并履行了惯常的仪式后,父亲命令其他在祭坛周围的人稍稍退开,并把他叫到身边,亲切地问他是否愿意一起出发去远征。
§3.11.7ἀσμένως δὲ κατανεύσαντος αὐτοῦ καί τι καὶ προσαξιώσαντος παιδικῶς, λαβόμενον τῆς δεξιᾶς προσαγαγεῖν αὐτὸν πρὸς τὸν βωμὸν καὶ κελεύειν ἁψάμενον τῶν ἱερῶν ὀμνύναι μηδέποτε Ῥωμαίοις εὐνοήσειν.
当他高兴地表示同意、并且像小孩子那样恳求同往时,父亲拉住他的右手,把他领到祭坛前,命令他抚摸着祭牲发誓,绝不对罗马人怀有善意。
§3.11.8ταῦτʼ οὖν εἰδότα σαφῶς ἠξίου τὸν Ἀντίοχον, ἕως μὲν ἄν τι δυσχερὲς βουλεύηται κατὰ Ῥωμαίων, θαρρεῖν καὶ πιστεύειν, αὐτὸν συνεργὸν ἕξειν νομίζοντʼ ἀληθινώτατον.
因此,他请求安条克在清楚了解这些事情的情况下,只要他在计划对罗马人采取敌对行动,就可以放心并信任他,坚信他将是自己最忠实的合作者。
§3.11.9ἐπὰν δὲ διαλύσεις ἢ φιλίαν συντίθηται πρὸς αὐτούς, τότε μὴ προσδεῖσθαι διαβολῆς, ἀλλʼ ἀπιστεῖν καὶ φυλάττεσθαι·
但如果安条克要与他们达成和解或缔结友谊,届时就不必再听信谗言,而应当对他产生怀疑并加以防范。

词汇与语法注释

  1. 3.11.1πίστιν ἀρκοῦν — 分词 `ἀρκοῦν`(中性主格单数)作句子的表语(“足够的事物”),而 `πίστιν`(宾格)作为关系宾格(“在证据方面”),或者 `ἀρκοῦν` 作形容词修饰它,意为“充分的证明”。
  2. 3.11.4δυσχρηστούμενος τοῖς λόγοις — 被动语态分词 `δυσχρηστούμενος` 伴随着关系或手段与格 `τοῖς λόγοις`。意为“在言辞上遇到困难”,即仅凭言语辩解难以消除国王怀疑的处境。
  3. 3.11.6καλλιερήσας κατασπείσαι — `κατασπείσαι` 及随后的 `ποιήσαι` 为不定过去时希求语气。由于它们处于由过去时主动词 `ἔφη`(§3.11.5)引导的间接引语从句(`ἐπειδή` 从句)中,因此直接引语中的直说语气变为了斜格希求语气(oblique optative)。
  4. 3.11.7λαβόμενον — `λαβόμενον` 是宾格分词(不定过去时中动语态)。它并不与主动词 `ἔφη`(§3.11.5)的主语(汉尼拔本人)一致,而是与不定式 `προσαγαγεῖν` 和 `κελεύειν` 的逻辑主语(其父亲哈米尔卡,在宾格加不定式结构中作主语)一致,因此使用宾格而非主格。
  5. 3.11.8ταῦτʼ οὖν εἰδότα — `εἰδότα`(完成时分词宾格单数阳性)与主句动词 `ἠξίου` 的宾语 `τὸν Ἀν条克` 一致。表示“在(安条克)清楚了解这些事情的情况下”的状态。

引用这一段

波利比奥斯, 历史 §3.11.1-3.11.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.11.1-3.11.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。