Humanitext Reader

波利比奥斯 · 历史 §3.102.1-3.102.11

马尔库斯的突袭与汉尼拔撤回格鲁尼乌姆

第 261 段,共 1311 段 · 希腊语

内容简介

罗马副独裁官马尔库斯趁迦太基军分散征粮之际发动袭击,取得重大战果。汉尼拔被迫撤回旧营地格鲁尼乌姆,两军的攻守势头与士气由此发生转变。

§3.102.1καθʼ ὃν δὴ καιρὸν Μάρκος συνθεωρήσας τὸ πολὺ μέρος τῶν ὑπεναντίων ἐπὶ τὰς προειρημένας χρείας κατὰ τῆς χώρας σκεδαννύμενον, λαβὼν τὸν ἀκμαιότατον καιρὸν τῆς ἡμέρας ἐξῆγε τὴν δύναμιν
正是在这个时候,马尔库斯看到敌人的大部分人因前述的差事而分散在郊野,便选择了一天中最有利的时机,率领军队出击。
§3.102.2καὶ συνεγγίσας τῇ παρεμβολῇ τῶν Καρχηδονίων τὰ μὲν βαρέα τῶν ὅπλων ἐξέταξε, τοὺς δʼ ἱππεῖς καὶ τοὺς εὐζώνους κατὰ μέρη διελὼν ἐπαφῆκε τοῖς προνομεύουσι, παραγγείλας μηδένα ζωγρεῖν.
他迫近迦太基人的营地,部署好重装步兵,并将骑兵和轻装兵分成数队,派去袭击那些征集粮食的人,并命令不留一个活口。
§3.102.3Ἀννίβας δὲ τούτου συμβάντος εἰς ἀπορίαν ἐνεπεπτώκει μεγάλην· οὔτε γὰρ ἀντεξάγειν τοῖς παρατεταγμένοις ἀξιόχρεως ἦν οὔτε παραβοηθεῖν τοῖς ἐπὶ τῆς χώρας διεσπαρμένοις.
这一情况发生后,汉尼拔陷入了极大的困境;因为他既没有足够的兵力出击对抗已排好阵势的罗马军,也无法去援助分散在郊野的人。
§3.102.4τῶν δὲ Ῥωμαίων οἱ μὲν ἐπὶ τοὺς προνομεύοντας ἐξαποσταλέντες πολλοὺς τῶν ἐσκεδασμένων ἀπέκτειναν· οἱ δὲ παρατεταγμένοι τέλος εἰς τοῦτʼ ἦλθον καταφρονήσεως ὥστε καὶ διασπᾶν τὸν χάρακα καὶ μόνον οὐ πολιορκεῖν τοὺς Καρχηδονίους.
在罗马人中,被派去对付征粮兵的人杀死了许多分散的敌人;而排好阵势的重装步兵最后竟到了如此轻视敌人的地步,以至于开始拆毁木栅,甚至险些包围了迦太基人。
§3.102.5ὁ δʼ Ἀννίβας ἦν μὲν ἐν κακοῖς, ὅμως δὲ χειμαζόμενος ἔμενε, τοὺς πελάζοντας ἀποτριβόμενος καὶ μόλις διαφυλάττων τὴν παρεμβολήν, §3.102.6ἕως Ἀσδρούβας ἀναλαβὼν τοὺς ἀπὸ τῆς χώρας συμπεφευγότας εἰς τὸν χάρακα τὸν περὶ τὸ Γερούνιον, ὄντας εἰς τετρακισχιλίους, ἧκε παραβοηθῶν.
汉尼拔虽然身处困境,但仍顶住压力坚守原地,击退迫近的敌人,艰难地保卫着营地,直到哈斯德鲁巴集结了从郊野逃往格鲁尼乌姆周围木栅的约四千人,前来救援。
§3.102.7τότε δὲ μικρὸν ἀναθαρρήσας ἐπεξῆλθε καὶ βραχὺ πρὸ τῆς στρατοπεδείας παρεμβαλὼν μόλις ἀπεστρέψατο τὸν ἐνεστῶτα κίνδυνον.
此时,汉尼拔稍微恢复了勇气,率军出击,在营地前方不远处展开兵力,艰难地化解了眼前的危险。
§3.102.8Μάρκος δὲ πολλοὺς μὲν ἐν τῇ περὶ τὸν χάρακα συμπλοκῇ τῶν πολεμίων ἀποκτείνας, ἔτι δὲ πλείους ἐπὶ τῆς χώρας διεφθαρκώς, τότε μὲν ἐπανῆλθεν, μεγάλας ἐλπίδας ἔχων ὑπὲρ τοῦ μέλλοντος.
马尔库斯在木栅周围的交战中杀死了许多敌人,并在郊野消灭了更多敌人,随后暂时撤回,对未来抱有极大的希望。
§3.102.9τῇ δʼ ἐπαύριον ἐκλιπόντων τὸν χάρακα τῶν Καρχηδονίων, ἐπέβη καὶ κατελάβετο τὴν ἐκείνων παρεμβολήν.
第二天,由于迦太基人放弃了营寨,马尔库斯便进驻并占领了他们的营地。
§3.102.10ὁ γὰρ Ἀννίβας διαγωνιάσας τοὺς Ῥωμαίους μὴ καταλαβόμενοι νυκτὸς ἔρημον ὄντα τὸν ἐπὶ τῷ Γερουνίῳ χάρακα κύριοι γένωνται τῆς ἀποσκευῆς καὶ τῶν παραθέσεων, ἔκρινεν αὐτὸς ἀναχωρεῖν καὶ πάλιν ἐκεῖ ποιεῖσθαι τὴν στρατοπεδείαν.
因为汉尼拔深恐罗马人趁夜占领格鲁尼乌姆那座空无一人的营寨,从而控制行李和储备物资,所以他决定自己撤退,重新在当地安营扎寨。
§3.102.11ἀπὸ δὲ τούτων τῶν καιρῶν οἱ μὲν Καρχηδόνιοι ταῖς προνομαῖς εὐλαβέστερον ἐχρῶντο καὶ φυλακτικώτερον, οἱ δὲ Ῥωμαῖοι τἀναντία θαρραλεώτερον καὶ προπετέστερον.
自此时起,迦太基人在征集粮食时变得更加谨慎和防范,而罗马人相反,变得更加大胆和轻率。

词汇与语法注释

  1. 3.102.1συνθεωρήσας τὸ πολὺ μέρος τῶν ὑπεναντίων ἐπὶ τὰς προειρημένας χρείας κατὰ τῆς χώρας σκεδαννύμενον — 现时分词 σκεδαννύμενον 用作知觉动词 συνθεωρήσας(συνθεωρέω“观察”的无定过去时分词)的宾语补足语(间接陈述),表示“观察到敌人的大部分正分散在……”。
  2. 3.102.4εἰς τοῦτʼ ἦλθον καταφρονήσεως ὥστε — 指示代词宾格 τοῦτο(在介词 εἰς 之后)伴随着表示程度或性质的属格 καταφρονήσεως(“蔑视”、“大胆”),意为“达到了如此大胆的程度”。随后的 ὥστε 从句表示这一程度所导致的实际结果(“以至于……”)。
  3. 3.102.10διαγωνιάσας τοὺς Ῥωμαίους μὴ καταλαβόμενοι νυκτὸς ἔρημον ὄντα τὸν ἐπὶ τῷ Γερουνίῳ χάρακα κύριοι γένωνται — 连词 μὴ 在表示担忧的动词 διαγωνιάσας(διαγωνιάω“深感忧虑”的无定过去时分词)之后引导一个担忧从句(“深恐……”)。名词短语 τοὺς Ῥωμαίους 是前置先行(prolepsis),在语法上作主句分词的宾语,但在逻辑上作从属分词 καταλαβόμενοι 和虚拟式动词 γένωνται 的主语。

引用这一段

波利比奥斯, 历史 §3.102.1-3.102.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:3.102.1-3.102.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。