Humanitext Reader

波利比奥斯 · 历史 §29.9.1-29.9.13

评欧墨尼斯与斐尔修斯的贪婪与愚昧

第 1124 段,共 1311 段 · 希腊语

内容简介

作者分析了欧墨尼斯和斐尔修斯两位国王的贪婪如何夺去了他们的判断力,导致他们做出愚蠢的举动,并批判了贪婪所带来的愚昧。

§29.9.1προστίθημι δʼ ἔτι παρʼ ἐμαυτοῦ τοσοῦτον, μὴ καὶ μωροποιεῖσθαι συμβαίνει τὴν φιλαργυρίαν.
我还要从我自身补充这么一点,即贪婪确实会使人愚蠢。
§29.9.2τίς γὰρ οὐκ ἂν ἐπισημήναιτο τὴν ἄγνοιαν ἀμφοτέρων τῶν βασιλέων, Εὐμένους μέν, κατὰ τίνα λόγον ἤλπισε τηλικαύτης ἀλλοτριότητος ὑπαρχούσης πιστευθήσεσθαι καὶ προσλήψεσθαι τοσοῦτο πλῆθος χρημάτων, μηδεμίαν δυνάμενος ἱκανὴν πίστιν παρασχέσθαι τῷ Περσεῖ τῆς κομιδῆς τούτων, ἐὰν μὴ βεβαιοῖ τὰς ὑποσχέσεις;
因为谁不会注意到这两位国王的愚昧呢? 首先,关于欧墨尼斯,在存在如此巨大的敌意之下,如果他不履行诺言,他又无法向斐尔修斯提供任何足够的回收这些资金的保证,他凭什么希望获得信任并额外得到如此巨额的金钱呢?
§29.9.3πῶς δὲ λαβὼν τοσοῦτο πλῆθος χρημάτων ὑπέλαβε λήσειν Ῥωμαίους;
况且,在收到了如此巨额的金钱之后,他又是怎么以为能瞒过罗马人的呢?
§29.9.4εἰ γὰρ καὶ κατὰ τὸ παρόν, οὐκ ἂν ἔν γε τῷ μετὰ ταῦτα χρόνῳ διέλαθε.
因为即使他当时能瞒得过,在随后的时间里也绝不可能不暴露。
§29.9.5λοιπὸν ἔδει πάντως ἀντὶ τῶν διδομένων χρημάτων ἀλλάξασθαι τὴν πρὸς Ῥωμαίους διαφοράν, διʼ ἣν ἔμελλε καὶ τῶν ληφθέντων χρημάτων ἅμα καὶ τῆς ἀρχῆς, σχεδὸν δὲ καὶ τοῦ βίου στερήσεσθαι, πολέμιος φανεὶς Ῥωμαίοις.
结果,他必然会用得到的金钱换来与罗马人的敌对,由于暴露出是罗马人的敌人,他不仅会同时失去所收到的金钱和王位,甚至几乎连性命也要丢掉。
§29.9.6εἰ γὰρ καὶ νῦν μηδὲν πράξας, ἐπινοήσας δὲ μόνον εἰς τοὺς μεγίστους ἦλθε κινδύνους, τί ποτε παθεῖν αὐτῷ προσῆκεν ἐπὶ τέλος ἀχθείσης τῆς προειρημένης πράξεως;
因为如果仅仅是脑海中策划、实际上什么也没做,他就已经陷入了最大的危险,那么当前述企图最终付诸实施时,他究竟该遭受怎样的惩罚呢?
§29.9.7τοῦ δὲ Περσέως πάλιν τίς οὐκ ἂν θαυμάσειε πῶς ἄλλο τι συμφορώτερον ἢ προυργιαίτερον ἐνόμισε τοῦ δοῦναι τὰ χρήματα καὶ καταπιεῖν ἐᾶσαι τὸν Εὐμένη τὸ δέλεαρ;
至于斐尔修斯,谁又不会对他感到惊讶呢? 他怎么会认为,除了付出金钱并让欧墨尼斯吞下诱饵之外,还有什么其他事情是更有利或更紧迫的呢?
§29.9.8εἰ μὲν γὰρ συνήργησέ τι τῶν κατὰ τὰς ἐπαγγελίας καὶ διέλυσε τὸν πόλεμον, εἰς καλὸν ἡ δόσις.
因为如果欧墨尼斯履行了诺言中的某些合作并结束了战争,那么这笔支出就是花得其所。
§29.9.9εἰ δὲ ταύτης διεψεύσθη τῆς ἐλπίδος, εἴς γε τὴν πρὸς Ῥωμαίους ἔχθραν ὁμολογουμένως ἂν αὐτὸν ἐμβεβλήκει· τοῦ γὰρ εἰς τὸ μέσον ἐνεγκεῖν ταῦτα κύριος ὑπῆρχεν αὐτός.
即使这一希望落空,他也显然可以将欧墨尼斯推入与罗马人的敌对之中;因为斐尔修斯自己完全有能力将这些事情公之于众。
§29.9.10πόσου δὲ τοῦτʼ ἄξιον Περσεῖ καὶ κατορθοῦντι τῷ πολέμῳ καὶ πταίοντι, ῥᾴδιον συλλογίσασθαι· §29.9.11πάντων γὰρ τῶν συμβάντων κακῶν αἴτιον ἐνόμιζεν Εὐμένη γεγονέναι, ὃν οὐκ ἂν ἠδυνήθη κατʼ οὐδένα τρόπον ἀμύνασθαι βέλτιον ἢ πολέμιον ποιήσας Ῥωμαίοις.
这对斐尔修斯来说,无论在战争中是胜是败,其价值有多大是很容易推算出来的;因为他认为,所发生的一切灾难都是欧墨尼斯造成的,而除了使欧墨尼斯成为罗马人的敌人之外,他绝不可能有任何更好的手段来报复他。
§29.9.12τίς οὖν αἰτία τῆς οὕτως ἐκφανοῦς ἀλογιστίας;
那么,如此显而易见的愚蠢的原因是什么呢?
φιλαργυρία·
是贪婪。
τί γὰρ ἂν ἄλλο τις εἴπειεν;
因为还能说什么别的呢?
ὁ μὲν γὰρ χάριν τοῦ λαβεῖν τὰ μὴ καθήκοντα πάντα παρεώρα τἄλλα καὶ πάντʼ ἀνεδέχετο ποιήσειν, ὁ δὲ τοῦ μὴ δοῦναι πάντα παθεῖν καὶ πᾶν ὑπεριδεῖν ὑπέμενεν.
其中一人为了得到不该得的东西,忽视了其他一切,并承诺做任何事;而另一人为了不付出,甘愿承受一切,并忽视一切。
§29.9.13ἀκολούθως δὲ τούτοις Περσεὺς καὶ τὰ πρὸς Γαλάτας καὶ τὰ πρὸς Γένθιον —
与此相应,斐尔修斯对高卢人和对根蒂乌斯也是如此——

词汇与语法注释

  1. 29.9.1μὴ καὶ μωροποιεῖσθαι συμβαίνει τὴν φιλαργυρίαν — 动词 προστίθημι(增加、补充)后接连接词 μὴ,引导带有直陈式现在时 συμβαίνει 的从句。在古典希腊语中,表示担心的 μὴ 从句通常要求虚拟式;此处使用直陈式强调了一个既定事实(“贪婪确实会使人愚蠢”),体现了波利比乌斯时期后期希腊语(通用希腊语)的语法特征。
  2. 29.9.2τῆς κομιδῆς τούτων — 隶属于名词 κομιδή(收回、安全保管)的属格 τούτων(这些,即前述的金钱)是宾格性属格,意为“回收这些资金”,指如果欧墨尼斯不履行诺言,斐尔修斯确信能收回所付资金的手段。
  3. 29.9.5ἀλλάξασθαι τὴν πρὸς Ῥωμαίους διαφοράν — 中动相动词 ἀλλάσσομαι(交换、换取)的直接宾语是“与罗马人的分歧/敌对”(διαφοράν)呈宾格,而前方的属格 τῶν διδομένων χρημάτων 表示交换的代价。字面意思是“以所给的金钱换取与罗马人的敌对”,表现了接受这笔钱就相当于用它买来了与罗马致命的敌对关系这一讽刺性交换。

引用这一段

波利比奥斯, 历史 §29.9.1-29.9.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:29.9.1-29.9.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。