§29.10.1ὅτι προτεθείσης χειροτονίας τοῖς Ῥοδίοις, ἐνίκων οἷς ἤρεσκε πέμπειν τοὺς πρεσβευτὰς ὑπὲρ τῶν διαλύσεων.
当罗德斯人进行投票表决时,主张派遣使者进行调停的一派占了上风。
§29.10.2καὶ τὴν μὲν Ῥοδίων ἀντιπολιτείαν τοῦτον τὸν τρόπον [ὡς ἐν τῷ περὶ δημηγορίας τέθειται] διέκρινε τὸ διαβούλιον, §29.10.3ἐν ᾧ πλεῖον ἐφάνησαν ἰσχύοντες οἱ τὰ τοῦ Περσέως αἱρούμενοι τῶν σῴζειν σπουδαζόντων τὴν πατρίδα καὶ τοὺς νόμους.
[正如在关于民众演说的那一部分中所记述的那样],评议会以这种方式解决了罗德斯人的党派对立,在其中,选择支持斐尔修斯立场的人,显然比那些急于拯救祖国和法律的人更为有力。
§29.10.4οἱ δὲ πρυτάνεις παραχρῆμα πρεσβευτὰς κατέστησαν τοὺς διαλύσοντας τὸν πόλεμον, εἰς μὲν τὴν Ῥώμην Ἁγέπολιν, Διοκλῆ, Κλινόμβροτον, πρὸς δὲ τὸν στρατηγὸν καὶ Περσέα Δάμωνα, Νικόστρατον, Ἁγησίλοχον, Τήλεφον.
于是,行政官们立即任命了调停战争的使者:前往罗马的有阿革波利斯、迪奥克莱斯、克里诺姆布罗托斯;前往罗马将军和斐尔修斯那里的有达蒙、尼科斯特拉托斯、阿革西洛科斯、特勒福斯。
§29.10.5τούτῳ δʼ ἑξῆς τὸ συνεχὲς ἐξειργάζοντο καὶ προσετίθεσαν, ποιοῦντες ἀναπολόγητον τὴν ἁμαρτίαν·
紧接着,他们继续推行其连贯的行动并加以累加,使他们的错误变得无可辩驳。
§29.10.6εὐθέως γὰρ εἰς τὴν Κρήτην ἔπεμπον πρεσβευτὰς τοὺς ἀνανεωσομένους πρὸς πάντας Κρηταιεῖς τὰ ὑπάρχοντα φιλάνθρωπα καὶ παρακαλέσοντας βλέπειν τοὺς καιροὺς καὶ τὴν περίστασιν καὶ συμφρονεῖν τῷ δήμῳ καὶ τὸν αὐτὸν ἐχθρὸν αἱρεῖσθαι καὶ φίλον, §29.10.7ὁμοίως δὲ καὶ κατʼ ἰδίαν πρὸς τὰς πόλεις ὑπὲρ τῶν αὐτῶν διαλεχθησομένους. —
因为他们立即向克里特派遣了使者,以更新与所有克里特人之间现存的友好关系,并劝告他们审时度势,与罗德斯民众同心同德,选择相同的敌人与朋友,同时也同样前往各个城市,就相同的事宜进行交涉。