§29.7.1αὕτη καὶ μέχρι τίνος προύβη πάρεστι σκοπεῖν.
这种接触究竟是什么,以及它进展到什么程度,我们现在可以予以考察。
ὅτι μὲν οὖν Εὐμένης οὐκ ἂν ἠβουλήθη Περσέα κρατῆσαι τῷ πολέμῳ καὶ γενέσθαι κύριον τῶν ὅλων, εὐχερὲς καταμαθεῖν·
显然,欧墨尼斯决不会希望斐尔修斯在战争中获胜并成为整个局势的主宰,这很容易理解。
§29.7.2χωρὶς γὰρ τῆς πατρικῆς ἀλλοτριότητος καὶ δυσμενείας, ἣν εἶχον πρὸς ἀλλήλους, καὶ τὸ τῆς ἀρχῆς ὁμογενὲς ἱκανὸν ἦν ἀπιστίαν καὶ ζηλοτυπίαν καὶ καθόλου τὴν μεγίστην ἀλλοτριότητα παρασκευάζειν ἐν αὐτοῖς·
因为除了他们彼此之间原有的父辈疏远与敌意之外,其统治权力的同质性本身就足以在他们之间产生不信任、嫉妒以及总体上最大的隔阂。
§29.7.3λοιπὸν ἦν ἐξαπατᾶν καὶ στρατηγεῖν ἀλλήλους διʼ ἀπορρήτων· ὅπερ ἐποίουν ἀμφότεροι.
剩下能做的,就是通过秘密手段互相欺骗和施展谋略,而这正是双方都在做的事情。
§29.7.4θεωρῶν γὰρ Εὐμένης δυσπαθοῦντα καὶ συγκλειόμενον τὸν Περσέα πανταχόθεν καὶ πᾶν τὸ παραγγελλόμενον ἐπιδεχόμενον χάριν τοῦ τὸν πόλεμον διαλύσασθαι καὶ διαπεμπόμενον ὑπὲρ τούτων πρὸς τοὺς στρατηγοὺς καθʼ ἕκαστον ἔτος, §29.7.5τοὺς δὲ Ῥωμαίους ὡσαύτως δυσχρηστουμένους τοῖς ὅλοις διά τε τὸ μηδὲν προκόπτειν ἐν τῷ πολέμῳ μέχρι τῆς Παύλου στρατηγίας καὶ διὰ τὸ τοὺς κατὰ τὴν Αἰτωλίαν μετεώρους ὑπάρχειν, §29.7.6ὑπέλαβεν οὐκ ἀδύνατον εἶναι τὸ συγκαταβῆναι Ῥωμαίους εἰς ἐξαγωγὴν τοῦ πολέμου καὶ διάλυσιν·
欧墨尼斯看到,斐尔修斯四处碰壁、陷于重围,为了结束战争愿意接受任何强加给他的条件,并且每年都为此向将领们派去使者;同时他也看到罗马人同样在全局上面临困境,这既是因为在保卢斯任统帅之前战争毫无进展,也是因为埃托利亚的人心浮动;于是他认为,罗马人降格同意结束战争并达成和解并非不可能。
§29.7.7πρὸς δὲ τὸ μεσιτεῦσαι ταῦτα καὶ συναγαγεῖν ἐνόμισεν αὑτὸν ἐπιτηδειότατον εἶναι.
而对于调停这些事宜并使双方达成一致,他认为自己是最合适的人选。
§29.7.8ταῦτα δὲ συλλογισάμενος ἐφʼ ἑαυτοῦ κατεπείραζε τοῦ Περσέως διὰ Κύδα τοῦ Κρητὸς τῷ πρότερον ἔτει πόσου βούλοιτʼ ἂν ὠνήσασθαι τὴν ἐλ
他独自进行了这样的推算,便在头一年通过克里特人屈达斯对斐尔修斯进行试探,询问他愿意花多少代价买下这个希望……