§29.6.1ὅτι μὲν οὖν Κύδας ὁ Κρὴς στρατευόμενος παρʼ Εὐμένει καὶ τιμώμενος ὡς ἔνι μάλιστα, πρῶτον μὲν πρὸς Ἀμφίπολιν παραγενόμενος Χειμάρῳ, τινὶ τῶν σὺν Περσεῖ στρατευομένων Κρητῶν, καὶ πάλιν πρὸς Δημητριάδι συνεγγίσας τῷ τείχει ἐκοινολογεῖτο τὸ μὲν πρῶτον Μενεκράτει, τὸ δὲ δεύτερον Ἀντιμάχῳ, §29.6.2εἴρηται·
至于在欧墨尼斯军队中服役并深受其器重的克里特人屈达斯,首先在安菲波利斯与随同斐尔修斯服役的克里特人之一奇马罗斯接触,随后又在德米特里阿斯靠近城墙,起初与梅内克拉特斯、其次与安提马科斯进行交涉一事,已经叙述过了。
καὶ μὴν ὅτι δὶς Ἡροφῶν ἐπρέσβευσε πρὸς Εὐμένη παρὰ Περσέως, καὶ διὰ τοῦτο Ῥωμαίων οἱ πλείους ὑποψίαν ἔσχον οὐκ ἀπίθανον περὶ τοῦ βασιλέως Εὐμένους, δῆλον ἐκ τῶν περὶ Ἄτταλον συμβάντων·
此外,赫罗丰曾两次代表斐尔修斯出使欧墨尼斯,且罗马人中的大多数因此对欧墨尼斯国王产生了并非没有根据的怀疑,这一点从有关阿塔罗斯的遭遇中显而易见。
§29.6.3τῷ μὲν γὰρ συνεχώρησαν καὶ παραγενέσθαι πρὸς σφᾶς εἰς τὴν Ῥώμην ἐκ τοῦ Βρεντεσίου καὶ χρηματίσαι περὶ ὧν προῃρεῖτο, καὶ τέλος ἀποκρίσεις δόντες αὐτῷ φιλανθρώπους ἀπέστειλαν, οὐδὲν οὔτε πρότερον οὔτε κατὰ τὸν πρὸς Περσέα πόλεμον ἀξιόλογον αὐτοῖς συνηργηκότα·
因为对于阿塔罗斯,他们不仅允许他从布林迪西来到罗马他们的住所,并就他所希望的事项进行交涉,最后还给予他友好的答复并遣其回去,尽管他无论是在以前还是在对斐尔修斯的战争中,都没有给他们提供过任何值得一提的协助。
§29.6.4τὸν Εὐμένη δὲ τὰς μεγίστας χρείας σφίσι παρεσχημένον καὶ πλεῖστα συνηργηκότʼ ἔν τε τοῖς πρὸς Ἀντίοχον καὶ κατὰ τὸν πρὸς Περσέα πόλεμον οὐ μόνον τῆς εἰς τὴν Ῥώμην ἀναβάσεως ἐκώλυσαν, ἀλλὰ καὶ προσέταξαν μέσου χειμῶνος ὄντος ἐν ἡμέραις τακταῖς ἐκχωρεῖν ἐξ Ἰταλίας.
然而对于欧墨尼斯,尽管他曾向他们提供过最大的帮助,并在对安条克的战争以及对斐尔修斯的战争中协助最多,他们不仅阻挠他前往罗马,而且还命令他在隆冬时节于限定的天数内离开意大利。
§29.6.5ἐξ ὧν ὅτι μὲν γέγονέ τις ἐπιπλοκὴ τῷ Περσεῖ πρὸς τὸν Εὐμένη, διʼ ἣν ἐπὶ τοσοῦτον ἠλλοτριώθησαν πρὸς αὐτὸν Ῥωμαῖοι, προφανὲς ἐκ τῶν εἰρημένων·
由此可见,斐尔修斯与欧墨尼斯之间确实发生过某种接触,罗马人也正是因此才对他疏远到如此地步,这从上述事实中是不言而喻的。
§29.6.6τίς δʼ
然而,这究竟是