§28.8.1ὅτι Περσεὺς πρὸς Γένθιον τὸν βασιλέα ἀπέστειλε πρεσβευτὰς Πλευρᾶτόν τε τὸν Ἰλλυριόν, ὄντα φυγάδα παρʼ αὐτῷ,
马其顿国王柏修斯派遣伊利里亚人普勒乌拉托斯(当时流亡在柏修斯处)作为使节前往伊利里亚国王根蒂乌斯处,一同前往的还有贝罗亚人阿代乌斯。
§28.8.2καὶ τὸν Βεροιαῖον Ἀδαῖον, δοὺς ἐντολὰς διασαφεῖν τὰ πεπραγμένα κατὰ τὸν πόλεμον πρός τε Ῥωμαίους αὐτῷ καὶ πρὸς Δαρδανίους, ἔτι δὲ καὶ πρὸς Ἠπειρώτας καὶ πρὸς Ἰλλυριοὺς κατὰ τὸ παρόν, καὶ παρακαλεῖν αὐτὸν πρὸς τὴν τούτου καὶ Μακεδόνων φιλίαν καὶ συμμαχίαν.
柏修斯给他们下达了指示,要求向根蒂乌斯说明自己在对罗马人和达尔达尼亚人的战争中,以及目前对伊庇鲁斯人和伊利里亚人的战争中所取得的进展,并劝说他与自己及马其顿人结成友好与同盟关系。
§28.8.3οἳ καὶ ποιησάμενοι τὴν πορείαν ὑπὲρ τὸ Σκάρδον ὄρος διὰ τῆς Ἐρήμου καλουμένης Ἰλλυρίδος, ἣν οὐ πολλοῖς χρόνοις ἀνώτερον ἀνάστατον ἐποίησαν Μακεδόνες εἰς τὸ δυσέργους ποιῆσαι τοῖς Δαρδανεῦσι τὰς εἰς τὴν Ἰλλυρίδα καὶ Μακεδονίαν §28.8.4εἰσβολάς· πλὴν οἵ γε περὶ τὸν Ἀδαῖον διὰ τούτων τῶν τόπων μετὰ πολλῆς κακοπαθείας ἦλθον εἰς Σκόδραν καὶ πυθόμενοι τὸν Γένθιον ἐν Λίσσῳ διατρίβειν διεπέμψαντο πρὸς αὐτόν.
他们越过斯卡尔多斯山,穿过被称为“伊利里亚荒野”的地方,这片荒地是马其顿人在此前不久破坏的,目的是为了使达尔达尼亚人难以入侵伊利里亚和马其顿;无论如何,阿代乌斯一行在这些地区历经千辛万苦后抵达斯科德拉,在得知根蒂乌斯正逗留在利苏斯后,便派人与他联系。
§28.8.5τοῦ δὲ ταχέως αὐτοὺς μεταπεμψαμένου, συμμίξαντες διελέγοντο περὶ ὧν εἶχον τὰς ἐντολάς.
由于国王迅速召见他们,他们便与国王会面,就所受的指示进行了交涉。
§28.8.6ὁ δὲ Γένθιος οὐκ ἐδόκει μὲν ἀλλότριος εἶναι τῆς πρὸς τὸν Περσέα φιλίας, ἐσκήπτετο δὲ τοῦ μὴ παραχρῆμα συγκατατίθεσθαι τοῖς ἀξιουμένοις τὴν ἀχορηγησίαν καὶ μὴ δύνασθαι χωρὶς χρημάτων ἀναδέξασθαι τὸν πρὸς Ῥωμαίους πόλεμον.
根蒂乌斯似乎并不排斥与柏修斯的友好关系,但他以资金匮乏以及没有资金就无法承担对罗马人的战争为由,作为不能立即同意这些请求的借口。
§28.8.7οἱ μὲν οὖν περὶ τὸν Ἀδαῖον ταύτας λαβόντες τὰς ἀποκρίσεις ἐπανῆγον.
于是,阿代乌斯一行带着这些答复启程返回。
§28.8.8ὁ δὲ Περσεὺς παραγενόμενος εἰς Στύβερραν τήν τε λείαν ἐλαφυροπώλησεν καὶ τὴν δύναμιν ἀνέπαυσε, προσδεχόμενος τοὺς περὶ τὸν Πλευρᾶτον.
与此同时,柏修斯抵达斯图贝拉,变卖了战利品并让军队休整,等待普勒乌拉托斯一行的归来。
§28.8.9παραγενομένων δʼ αὐτῶν, ἀκούσας τὰ παρὰ τοῦ Γενθίου πάλιν ἐξ αὐτῆς ἔπεμπε τὸν Ἀδαῖον καὶ σὺν τούτῳ τὸν Γλαυκίαν, ἕνα τῶν σωματοφυλάκων, καὶ τρίτον τὸν Ἰλλυριὸν διὰ τὸ τὴν διάλεκτον εἰδέναι τὴν Ἰλλυρίδα, §28.8.10δοὺς ἐντολὰς τὰς αὐτάς, ὥσπερ οὐ κυρίως τοῦ Γενθίου διασεσαφηκότος τίνος προσδεῖται καὶ τίνος γενομένου δύναται συγκαταβαίνειν εἰς τὰ παρακαλούμενα.
在他们抵达后,柏修斯听取了根蒂乌斯的答复,随即再次发出阿代乌斯,以及他的卫兵之一格劳基阿斯,并以那位伊利里亚人为第三人(因为他懂伊利里亚语言),并给予了他们相同的指示,仿佛根蒂乌斯此前并未明确说明自己缺少什么,以及在何种条件下才能同意这些请求似的。
§28.8.11τούτων δʼ ἀφορμησάντων, ἀναζεύξας αὐτὸς μετὰ τῆς δυνάμεως ἐποιεῖτο τὴν πορείαν ἐφʼ Ὕσκανα. —
在他们出发后,柏修斯亲自率领军队拔营,向乌斯卡纳进军。