§28.6.1ὅτι ἔδοξε τοῖς Ἕλλησι περὶ τῆς πρεσβείας ἐπιστάσεως χρείαν ἔχειν τὸ γινόμενον.
希腊人认为,当前发生的事态在派遣使节一事上需要审慎的考量。
§28.6.2παραλαβόντες οὖν τοὺς κατὰ τὴν ἄλλην πολιτείαν ὁμογνωμονοῦντας· οὗτοι δʼ ἦσαν Ἀρκεσίλαος, Ἀρίστων Μεγαλοπολῖται, Στρατίος Τριταιεύς, Ξένων Πατρεύς, Ἀπολλωνίδας Σικυώνιος· ἐβουλεύοντο περὶ τῶν ἐνεστώτων.
因此,他们联合了其他城邦中志同合道的人——这些人是美加洛波利斯的阿克西拉乌斯和阿里斯顿、特里泰亚的斯特拉提乌斯、帕特莱的克塞农、西库翁的阿波罗尼达斯——并对当前面临的事务进行了商议。
§28.6.3ὁ μὲν οὖν Λυκόρτας ἔμεινεν ἐπὶ τῆς ἐξ ἀρχῆς προθέσεως, κρίνων μήτε Περσεῖ μήτε Ῥωμαίοις συνεργεῖν μηδέν, ὁμοίως μηδʼ ἀντιπράττειν μηδετέροις.
吕科尔塔斯则坚持起初的意图,判定既不对珀尔修斯也不对罗马人提供任何协助,同样也不对任何一方进行对抗。
§28.6.4τὸ μὲν γὰρ συνεργεῖν ἀλυσιτελὲς ἐνόμιζε πᾶσιν εἶναι τοῖς Ἕλλησιν, προορώμενος τὸ μέγεθος τῆς ἐσομένης ἐξουσίας περὶ τοὺς κρατήσαντας, §28.6.5τὸ δʼ ἀντιπράττειν Ῥωμαίοις ἐπισφαλὲς διὰ τὸ πολλοῖς καὶ τοῖς ἐπιφανεστάτοις Ῥωμαίων ἀντωφθαλμηκέναι περὶ τῶν κοινῶν πραγμάτων κατὰ τοὺς ἀνώτερον καιρούς.
因为他预见到战胜者未来将拥有的巨大权势,认为协助对所有希腊人而言都是无益的;而对抗罗马人则是危险的,因为在过去的时期里,他曾就共同事务与许多最著名的罗马人进行过面对面的交锋。
§28.6.6ὁ δʼ Ἀπολλωνίδας καὶ Στρατίος ἀντιπράττειν μὲν ἐπίτηδες Ῥωμαίοις οὐκ ᾤοντο δεῖν· τοὺς δʼ ὑπερκυβιστῶντας καὶ διὰ τῶν κοινῶν πραγμάτων ἰδίαν χάριν ἀποτιθεμένους παρὰ Ῥωμαίοις καὶ τοῦτο πράττοντας παρὰ τοὺς νόμους καὶ παρὰ τὸ κοινῇ συμφέρον, τούτους ἔφασαν δεῖν κωλύειν καὶ πρὸς τούτους ἀντοφθαλμεῖν εὐγενῶς.
阿波罗尼达斯和斯特拉提乌斯则认为,不应当故意对抗罗马人;但是对于那些极度谄媚、通过公职事务在罗马人那里为自己捞取私恩、且违背法律和共同利益而行此事的人,他们宣称应当阻止这些人,并应当高尚地与他们对抗。
§28.6.7ὁ δʼ Ἄρχων ἀκολουθεῖν ἔφη δεῖν τοῖς καιροῖς καὶ μὴ διδόναι τοῖς ἐχθροῖς ἀφορμὴν εἰς διαβολὴν μηδὲ προέσθαι σφᾶς αὐτοὺς εἰς τὴν αὐτὴν ἐλθεῖν διάθεσιν τοῖς περὶ Νίκανδρον, οἵτινες, πρὶν ἢ λαβεῖν πεῖραν τῆς τούτων ἐξουσίας, ἐν ταῖς μεγίσταις εἰσὶ συνταλαιπωρίαις.
而阿尔孔则表示,应当顺应时势,不给敌人提供诽谤的借口,也不应当让自己落得与尼坎德一伙人相同的境遇,后者在亲身体验这股势力之前,就已经陷入了极大的困境之中。
§28.6.8ταύτης δὲ τῆς γνώμης μετέσχον Πολύβιος, Ἀρκεσίλαος, Ἀρίστων, Ξένων.
这一意见得到了波利比乌斯、阿克西拉乌斯、阿里斯顿和克塞农的赞同。
§28.6.9διὸ καὶ τὸν μὲν Ἄρχωνα πρὸς τὴν στρατηγίαν ἔδοξεν αὐτοῖς εὐθέως προπορεύεσθαι, τὸν δὲ Πολύβιον πρὸς τὴν ἱππαρχίαν.
因而,他们决定让阿尔孔立即去竞争将军职位,而让波利比乌斯去竞争骑兵长官职位。