Humanitext Reader

波利比奥斯 · 历史 §28.4.1-28.4.13

埃托利亚大会的内讧与罗马使者的要求

第 1096 段,共 1311 段 · 希腊语

内容简介

罗马使者在埃托利亚的瑟摩斯参加大会并要求交出人质,会上埃托利亚人内部爆发了激烈的相互指责,最终演变成群众向托阿斯投掷杂物的骚乱,使者因此在未解决人质问题的情况下启程前往阿卡纳尼亚。

§28.4.1καὶ πάλιν ἐκεῖ συναχθείσης αὐτοῖς τῆς ἐκκλησίας εἰς Θέρμον, παρελθόντες εἰς τοὺς πολλοὺς παρακλητικοὺς καὶ φιλανθρώπους διετίθεντο λόγους.
当大会再次于瑟摩斯为他们召开时,他们走到民众面前,发表了鼓励且友好的演讲。
§28.4.2τὸ δὲ συνέχον αὐτοῖς τῆς ἐκκλησίας, ὁμήρους ἔφασαν δεῖν δοθῆναι σφίσι παρὰ τῶν Αἰτωλῶν.
然而,他们对大会的最主要诉求,是声称埃托利亚人必须向他们交出人质。
§28.4.3τούτων δὲ καταβάντων, Πρόανδρος ἐπαναστὰς ἐβούλετό τινας εὐχρηστίας πρὸς αὐτοῦ γεγενημένας εἰς τοὺς Ῥωμαίους προφέρεσθαι καὶ κατηγορεῖν τῶν διαβαλλόντων αὐτόν· ἐφʼ ὃν Γάιος πάλιν ἐπαναστάς, §28.4.4καὶ καλῶς εἰδὼς ἀλλότριον αὐτὸν ὄντα Ῥωμαίων, ὅμως ἐπῄνεσε καὶ πᾶσι τοῖς εἰρημένοις ἀνθωμολογήσατο.
当使者们退下后,普罗安德罗斯站起身来,希望列举自己对罗马人所做的一些有益贡献,并控诉那些诽谤他的人;对此,盖约再次站起身来,尽管他深知普罗安德罗斯对罗马人怀有二心,但仍赞扬了他,并对所说的一切表示认可。
§28.4.5μετὰ δὲ τοῦτον προελθὼν Λυκίσκος ἐπʼ ὀνόματος μὲν οὐδενὸς ἐποιήσατο κατηγορίαν, καθʼ ὑπόνοιαν δὲ πολλῶν.
在他之后,吕科斯克斯走上前去,虽然没有指名道姓地进行控诉,但对许多人进行了影射。
§28.4.6ἔφη γὰρ περὶ μὲν τῶν κορυφαίων καλῶς βεβουλεῦσθαι Ῥωμαίους, ἀπαγαγόντας αὐτοὺς εἰς τὴν Ῥώμην, λέγων τοὺς περὶ τὸν Εὐπόλεμον καὶ Νίκανδρον, §28.4.7τοὺς δὲ συναγωνιστὰς καὶ τοὺς παραστάτας τοὺς ἐκείνων ἔτι μένειν κατὰ τὴν Αἰτωλίαν, οὓς δεῖν ἅπαντας τῆς αὐτῆς τυχεῖν ἐκείνοις ἐπιστροφῆς, ἂν μὴ προῶνται τὰ τέκνα Ῥωμαίοις εἰς ὁμηρείαν.
因为他说,关于那些首领——即尤波莱莫斯和尼坎德罗斯等人——罗马人将他们带往罗马是做出了英明的决定,但他们的同盟者和支持者仍留在埃托利亚,除非他们将孩子作为人质交出给罗马人,否则所有人也应当遭受与前者相同的待遇。
§28.4.8μάλιστα δὲ κατʼ Ἀρχεδάμου καὶ Πανταλέοντος ἐποίει τὰς ἐμφάσεις.
他尤其针对阿尔克达摩斯和潘塔莱翁进行了这番影射。
§28.4.9τούτου δὲ παραχωρήσαντος, Πανταλέων ἀναστὰς τὸν μὲν Λυκίσκον διὰ βραχέων ἐλοιδόρησε, φήσας αὐτὸν ἀναισχύντως καὶ ἀνελευθέρως κολακεύειν τοὺς ὑπερέχοντας, §28.4.10ἐπὶ δὲ τὸν Θόαντα μετέβη, τοῦτον ὑπολαμβάνων εἶναι τὸν ἀξιοπίστως ἐνιέντα τὰς κατʼ αὐτῶν διαβολὰς τῷ δοκεῖν μηδεμίαν ὑπάρχειν αὐτοῖς πρὸς τοῦτον διαφοράν.
在他退下后,潘塔莱翁站起身来,简短地痛骂了吕科斯克斯,称其无耻且卑躬屈膝地巴结权贵,随后他将矛头指向托阿斯,认为正是此人在幕后极其可信地散布对他们的诽谤,因为他们与此人之间表面上似乎并无任何嫌隙。
§28.4.11καὶ τὰ μὲν ὑπομνήσας τῶν κατʼ Ἀντίοχον καιρῶν, τὰ δʼ ὀνειδίσας εἰς ἀχαριστίαν αὐτῷ, διότι δοθεὶς ἔκδοτος Ῥωμαίοις, πρεσβεύσαντος αὐτοῦ καὶ Νικάνδρου, τύχοι τῆς σωτηρίας ἀνελπίστως,
他一方面让人回忆起安条克时期的往事,另一方面又谴责托阿斯忘恩负义,因为当托阿斯被移交给罗马人时,正是由于他自己和尼坎德罗斯的奔走求情,托阿斯才意外保全了性命。
§28.4.12ταχέως ἐξεκαλέσατο τοὺς ὄχλους εἰς τὸ μὴ μόνον θορυβεῖν τὸν Θόανθʼ, ὅτε βουληθείη τι λέγειν, ἀλλὰ καὶ βάλλειν ὁμοθυμαδόν.
他迅速煽动起群众,使得托阿斯每当想要说话时,人们不仅对他起哄,甚至还一致向他投掷杂物。
§28.4.13γενομένων δὲ τούτων βραχέα καταμεμψάμενος ὁ Γάιος τοὺς Αἰτωλοὺς ἐπὶ τῷ βάλλειν τὸν Θόανθʼ, οὗτος μὲν εὐθέως μετὰ τοῦ συμπρεσβευτοῦ συναπῆρεν εἰς Ἀκαρνανίαν, ἐκσιωπηθεὶς περὶ τῶν ὁμήρων· τὰ δὲ κατὰ τὴν Αἰτωλίαν ἐν ὑποψίαις ἦν πρὸς ἀλλήλους καὶ ταραχαῖς ὁλοσχερέσιν.
发生这些事情后,盖约因埃托利亚人向托阿斯投掷杂物而略加指责,随后便与同僚使者立即启程前往阿卡纳尼亚,人质之事则在沉默中被搁置;而埃托利亚内部则陷入了相互猜忌和彻底的混乱之中。

词汇与语法注释

  1. §28.4.2τὸ δὲ συνέχον αὐτοῖς — τὸ συνέχον 是中性现在分词的名词化用法,意为“要点”或“主要部分”。给格 αὐτοῖς 在此作为关系给格起作用,指代作为判断主体的罗马使者们,意为“对他们而言最重要的事情”。
  2. §28.4.3ἐφʼ ὃν — 介词 ἐπί 与宾格关系代词 ὅν 连用,指代前述的先行词 Πρόανδρος。该关系从句中没有限定动词,仅有分词 ἐπαναστάς,它与下一节(§28.4.4)的主动词 ἐπῄνεσε 相连。
  3. §28.4.10τῷ δοκεῖν — 这是带冠词不定式的给格,表示原因(因为……)。不定式 δοκεῖν 的逻辑主语/内容由接续的带宾格的不定式句 μηδεμίαν ὑπάρχειν αὐτοῖς πρὸς τοῦτον διαφοράν(即“他们与此人之间并无任何嫌隙”)来充当,作为 δοκεῖν 的补语,表示“由于表面上看起来……”。
  4. §28.4.13ἐκσιωπηθεὶς — 动词 ἐκσιωπάω 的被动语态单数阳性主格分词。在此处虽然形式上是被动,但含有主动或不及物的语意,修饰主语盖约,表示盖约“对人质之事保持沉默”或“使人质问题在沉默中被搁置”。

引用这一段

波利比奥斯, 历史 §28.4.1-28.4.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:28.4.1-28.4.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。