§28.13.1οἱ δὲ περὶ τὸν Πολύβιον καταλαβόντες τοὺς Ῥωμαίους ἐκ μὲν τῆς Θετταλίας κεκινηκότας, τῆς δὲ Περραιβίας στρατοπεδεύοντας Ἀζωρίου μεταξὺ καὶ Δολίχης, §28.13.2τὴν μὲν ἔντευξιν ὑπερέθεντο διὰ τοὺς περιεστῶτας καιρούς, τῶν δὲ κατὰ τὴν εἴσοδον τὴν εἰς Μακεδονίαν κινδύνων μετεῖχον.
波利比乌斯等人发现罗马人已经离开色萨利,并在佩赖比亚的阿佐罗斯和多利赫之间安营扎寨,由于当时面临的紧迫局势,他们推迟了会面,但共同承担了进入马其顿的危险。
§28.13.3ἐπεὶ δὲ τοῦ στρατεύματος κατάραντος ἐπὶ τοὺς καθʼ Ἡράκλειον τόπους ἔδοξε καιρὸς εἶναι πρὸς ἔντευξιν, ἅτε τοῦ στρατηγοῦ δοκοῦντος ἠνύσθαι τὸ μέγιστον τῶν προκειμένων,
当军队降临到赫拉克勒翁附近的地区时,鉴于将军似乎已经完成了面临的最大任务,这被认为是进行会面的好时机。
§28.13.4τότε λαβόντες καιρὸν τὸ ψήφισμα τῷ Μαρκίῳ προσήνεγκαν καὶ διεσάφουν τὴν τῶν Ἀχαιῶν προαίρεσιν διότι βουληθεῖεν αὐτῷ πανδημεὶ τῶν αὐτῶν μετασχεῖν ἀγώνων καὶ κινδύνων.
于是,他们抓住机会,向马尔基乌斯递交了决议案,并明确阐述了亚该亚人的意愿,即他们希望动员全军与他共同分担同样的斗争和危险。
καὶ πρὸς τούτοις ὑπέδειξαν διότι πᾶν τὸ γραφὲν ἢ παραγγελθὲν τοῖς Ἀχαιοῖς ὑπὸ Ῥωμαίων κατὰ τὸν ἐνεστῶτα πόλεμον ἀναντίρρητον γέγονεν.
此外,他们还指出,在本期战争中,罗马人给亚该亚人的所有书信或命令,都毫无异议地得到了执行。
§28.13.5τοῦ δὲ Μαρκίου τὴν μὲν προαίρεσιν ἀποδεχομένου τὴν Ἀχαιῶν μεγαλωστί, τῆς δὲ κακοπαθείας αὐτοὺς καὶ τῆς δαπάνης παραλύοντος διὰ τὸ μηκέτι χρείαν ἔχειν τοὺς καιροὺς τῆς τῶν συμμάχων βοηθείας, οἱ μὲν ἄλλοι πρέσβεις ἐπανῆλθον εἰς τὴν Ἀχαΐαν,
虽然马尔基乌斯非常赞赏亚该亚人的这一意愿,但由于局势已不再需要盟友的协助,他免除了他们的劳苦和开支。
§28.13.6ὁ δὲ Πολύβιος αὐτοῦ μείνας μετεῖχε τῶν ἐνεστώτων πραγμάτων, §28.13.7ἕως ὁ Μάρκιος ἀκούσας Ἄππιον τὸν Κέντωνα πεντακισχιλίους στρατιώτας αἰτεῖσθαι παρὰ τῶν Ἀχαιῶν εἰς Ἤπειρον, ἐξαπέστειλε τὸν προειρημένον, παρακαλέσας φροντίζειν ἵνα μὴ δοθῶσιν οἱ στρατιῶται μηδὲ τηλικοῦτο δαπάνημα μάταιον γένηται τοῖς Ἀχαιοῖς· πρὸς οὐδένα γὰρ λόγον αἰτεῖν τοὺς στρατιώτας τὸν Ἄππιον.
因此,其他使节回到了亚该亚,而波利比乌斯则留在了那里,参与了眼前的各项事务,直到马尔基乌斯听说阿皮乌斯·肯托向亚该亚人索要五千名士兵送往伊庇鲁斯,他便派遣了上述的波利比乌斯,嘱咐他要留心,不要让这些士兵被派遣,也不要让亚该亚人承担如此巨大而徒劳的开支;因为他说阿皮乌斯索要士兵毫无道理。
§28.13.8πότερα δὲ τοῦτʼ ἐποίει κηδόμενος τῶν Ἀχαιῶν ἢ τὸν Ἄππιον ἀπραγεῖν βουλόμενος χαλεπὸν εἰπεῖν.
他是出于对亚该亚人的关怀而这样做,还是因为希望阿皮乌斯无所作为,这很难说。
§28.13.9πλὴν ὅ γε Πολύβιος ἀναχωρήσας εἰς τὴν Πελοπόννησον, ἤδη τῶν γραμμάτων ἐκ τῆς Ἠπείρου προσπεπτωκότων καὶ μετʼ οὐ πολὺ συναχθέντων εἰς Σικυῶνα τῶν Ἀχαιῶν, εἰς πρόβλημα παμμέγεθες ἐνέπεσε.
无论如何,波利比乌斯回到了伯罗奔尼撒,此时来自伊庇鲁斯的书信已经送达,不久后亚该亚人在西锡温集会,他陷入了一个极大的难题之中。
§28.13.10τοῦ γὰρ διαβουλίου προτεθέντος ὑπὲρ ὧν ὁ Κέντων ᾐτεῖτο στρατιωτῶν, ἃ μὲν ὁ Μάρκιος αὐτῷ φροντίζειν κατʼ ἰδίαν ἐνετείλατο, ταῦτα φωτίζειν οὐδαμῶς ἔκρινεν· τὸ δὲ μηδεμιᾶς αἰτίας ὑπαρχούσης φανερῶς ἀντιλέγειν τῇ βοηθείᾳ τελείως ἦν ἐπισφαλές.
因为当就肯托所索要的士兵进行审议时,他决定绝不透露马尔基乌斯私下嘱咐他要注意的事项;但在没有任何理由的情况下公开反对援助,又完全是危险的。
δυσχρήστου δὲ καὶ ποικίλης οὔσης τῆς ὑποθέσεως, §28.13.11ἐχρήσατο βοηθήματι πρὸς τὸ παρὸν τῷ τῆς συγκλήτου δόγματι τῷ κελεύοντι μηδένα προσέχειν τοῖς ὑπὸ τῶν στρατηγῶν γραφομένοις, ἐὰν μὴ τοῦτο ποιῶσιν κατὰ τὸ δόγμα τῆς συγκλήτου.
由于这件事情既难办又复杂,他在目前采用了一种权宜之计,即利用元老院的决议,该决议规定,除非将军们是根据元老院的决议行事,否则任何人都不必理会将军们所写信件的要求。
§28.13.12τοῦτο δʼ οὐκ ἦν προσκείμενον τοῖς γράμμασι.
而这次的信件中并没有附带这一项。
§28.13.13διὸ καὶ κατεκράτησε τοῦ τὴν ἀναφορὰν ἐπὶ τὸν ὕπατον γενέσθαι καὶ διʼ ἐκείνου παραλυθῆναι τῆς δαπάνης τὸ ἔθνος, οὔσης ὑπὲρ ἑκατὸν εἴκοσι τάλαντα μεγάλα.
因此,他成功使此事上呈给执政官,并通过执政官免除了该联盟的开支,这笔开支超过了一百二十个大塔兰同。
§28.13.14τοῖς γε μὴν βουλομένοις διαβάλλειν αὐτὸν πρὸς τὸν Ἄππιον ἀφορμὰς ἔδωκεν, ὅτι διακόψαι τὴν ἐπιβολὴν αὐτοῦ τὴν περὶ τῆς βοηθείας. —
然而,对于那些想在阿皮乌斯面前中伤他的人来说,这给他们提供了口实,指责他打断了阿皮乌斯关于援助的计划。