§28.10.1ὅτι ὁ Περσεὺς ἐπταικὼς τοῖς ὅλοις ἐπὶ τῷ εἰσελθεῖν Ῥωμαίους εἰς Μακεδονίαν τῷ Ἱππίᾳ ἐπετίμα.
因罗马人侵入马其顿而遭受决定性挫败后,柏修斯便开始责怪希庇阿斯。
§28.10.2ἀλλά μοι δοκεῖ τὸ μὲν ἐπιτιμῆσαι τοῖς ἄλλοις εἶναι ῥᾴδιον καὶ συνιδεῖν τὰς τῶν πέλας ἁμαρτίας, τὸ δʼ αὐτὸν πράττειν τὰ δυνατὰ καὶ γνῶναι τὰ καθʼ αὑτὸν πάντων δυσχερέστατον.
但在我看来,指责他人并看清邻人的过错是容易的,而亲自践行力所能及之事并认清自身处境,却是万事中最困难的。
ὃ καὶ περὶ τὸν Περσέα συνέβη γενέσθαι.
而这恰恰也发生在柏修斯身上。
—
—