§27.14.1ὅτι κατὰ τὸν καιρὸν ἡνίκα Περσεὺς ἐκ τοῦ πολέμου τοῦ πρὸς Ῥωμαίους ἀπελύθη, Ἀντήνορος παραγενομένου παρὰ τοῦ Περσέως περὶ τῆς τῶν αἰχμαλώτων διαλυτρώσεως τῶν μετὰ Διοφάνους πλεόντων, ἐνέπεσε μεγάλη τοῖς πολιτευομένοις ἀπορία περὶ τοῦ τί δέον εἴη ποιεῖν.
在珀尔修斯从与罗马人的战争中解脱出来的时候,由于安特诺尔从珀尔修斯那里走访而来,商讨赎回与狄奥法内斯一同航行的俘虏之事,政治家们对于应当做什么产生了极大的困惑。
§27.14.2τοῖς μὲν γὰρ περὶ τὸν Φιλόφρονα καὶ Θεαίδητον οὐδαμῶς ἤρεσκε προσδέχεσθαι τὴν τοιαύτην ἐπιπλοκήν, τοῖς δὲ περὶ τὸν Δείνωνα καὶ Πολυάρατον ἤρεσκε.
因为对于菲洛夫隆和塞艾德图斯一派的人来说,绝不赞同接受这种纠葛,而对于戴农和波里阿拉图斯一派的人来说,则是赞同的。
§27.14.3καὶ τέλος ἐποιήσαντο διάταξιν πρὸς τὸν Περσέα περὶ τῆς τῶν αἰχμαλώτων διαλυτρώσεως.
最终,他们与珀尔修斯就赎回俘虏之事达成了协议。
—
—