§27.16.1ὅτι οἱ περὶ Θεόδοτον καὶ Φιλόστρατον ἐποίησαν ἀσεβὲς πρᾶγμα καὶ παράσπονδον ὁμολογουμένως.
关于特奥多托斯和菲洛斯特拉托斯一伙人干下了公认是不敬且违反条约的勾当一事。
§27.16.2πυθόμενοι γὰρ τὸν ὕπατον τῶν Ῥωμαίων Αὖλον Ὁστίλιον παραγίνεσθαι κομιζόμενον εἰς Θετταλίαν ἐπὶ τὸ στρατόπεδον καὶ νομίζοντες, εἰ παραδοῖεν τὸν Αὖλον τῷ Περσεῖ, μεγίστην μὲν ἂν πίστιν προσενέγκασθαι, μέγιστα δʼ ἂν βλάψαι κατὰ τὸ παρὸν Ῥωμαίους, ἔγραφον τῷ Περσεῖ συνεχῶς ἐπισπεύδειν.
因为他们得知罗马执政官奥卢斯·霍斯蒂利乌斯正在前往帖萨利亚军营的途中,并认为如果他们将奥卢斯交到珀尔修斯手中,不仅能赢得对方极大的信任,而且在当时也会给罗马人带来极其沉重的打击,于是便不断给珀尔修斯写信,催促他加快行动。
§27.16.3ὁ δὲ βασιλεὺς ἐβούλετο μὲν ἐξ αὐτῆς προάγειν καὶ συνάπτειν, τῶν δὲ Μολοττῶν κατὰ τὸν Ἀῷον ποταμὸν τὴν γέφυραν κατειληφότων ἐκωλύετο τῆς ὁρμῆς καὶ πρῶτον ἠναγκάζετο διαμάχεσθαι πρὸς τούτους.
珀尔修斯国王本想立即进军与之会合,但由于莫洛西人已经占领了阿奥斯河上的桥梁,他的进军受阻,不得不先与这些人交战。
§27.16.4συνέβη δὲ τὸν Αὖλον εἰς τοὺς Φανοτεῖς παραγενόμενον καταλῦσαι παρὰ Νέστορι τῷ Κρωπίῳ καὶ παραδοῦναι καθʼ αὑτοῦ τοῖς ἐχθροῖς καιρὸν ὁμολογούμενον·
执政官奥卢斯在抵达法诺特人那里时,恰巧借宿在克罗皮亚人内斯托尔的家中,从而给敌人提供了公认的对付他自己的大好时机。
ὃν εἰ μὴ τύχη τις ἐβράβευσε πρὸς τὸ βέλτιον, οὐκ ἄν μοι δοκεῖ διαφυγεῖν.
在我看来,若不是某种运气使事态转好,他绝不可能逃脱。
§27.16.5νῦν δὲ δαιμονίως πως ὁ Νέστωρ τὸ μέλλον ὀττευσάμενος ἐξ αὐτῆς ἠνάγκασε μετελθεῖν εἰς Γίτανα τῆς νυκτός.
但在实际中,内斯托尔不知怎地冥冥之中预感到了未来,当即强迫他在夜间转移到吉塔纳。
§27.16.6καὶ ἀπογνοὺς τὴν διὰ τῆς Ἠπείρου πορείαν ἀνήχθη καὶ πλεύσας εἰς Ἀντίκυραν ἐκεῖθεν ἐποιήσατο τὴν ὁρμὴν εἰς Θετταλίαν.
于是,奥卢斯放弃了穿过伊庇鲁斯的陆路,乘船出发,驶往安提基拉,并从那里开始向帖萨利亚进军。