§24.9.1νουθετεῖν.
[他企图对元老院]进行劝告。
ἔφη γὰρ αὐτοὺς τοὺς Ῥωμαίους αἰτίους εἶναι τοῦ μὴ πειθαρχεῖν αὐτοῖς τοὺς Ἕλληνας, ἀλλὰ παρακούειν καὶ τῶν γραφομένων καὶ τῶν παραγγελλομένων.
因为他声称,希腊人不服从罗马人、无视书信和指示,其原因在于罗马人自己。
§24.9.2δυεῖν γὰρ οὐσῶν αἱρέσεων κατὰ τὸ παρὸν ἐν πάσαις ταῖς δημοκρατικαῖς πολιτείαις, καὶ τῶν μὲν φασκόντων δεῖν ἀκολουθεῖν τοῖς γραφομένοις ὑπὸ Ῥωμαίων καὶ μήτε νόμον μήτε στήλην μήτʼ ἄλλο μηθὲν προυργιαίτερον νομίζειν τῆς Ῥωμαίων προαιρέσεως, §24.9.3τῶν δὲ τοὺς νόμους προφερομένων καὶ τοὺς ὅρκους καὶ στήλας καὶ παρακαλούντων τὰ πλήθη μὴ ῥᾳδίως ταῦτα παραβαίνειν,
因为目前在所有民主政体中存在着两个派别,一派主张应当听从罗马人的来信,并且认为无论是法律、碑文还是其他任何东西,都不如罗马人的意愿更重要;另一派则搬出法律、誓言和碑文,劝告民众不要轻易违反这些规定。
§24.9.4ἀχαϊκωτέραν εἶναι παρὰ πολὺ ταύτην τὴν ὑπόθεσιν καὶ νικητικωτέραν ἐν τοῖς πολλοῖς.
在大众当中,后一种立场显然更具阿卡亚色彩,也更容易获得支持。
§24.9.5ἐξ οὗ τοῖς μὲν αἱρουμένοις τὰ Ῥωμαίων ἀδοξίαν συνεξακολουθεῖν παρὰ τοῖς ὄχλοις καὶ διαβολήν, τοῖς δʼ ἀντιπράττουσιν τἀναντία.
结果是,凡是选择站在罗马人一边的人,在群众中就会招致恶名和诽谤,而那些反对罗马人的人则相反。
§24.9.6ἐὰν μὲν οὖν ὑπὸ τῆς συγκλήτου γίνηταί τις ἐπισημασία, ταχέως καὶ τοὺς πολιτευομένους μεταθέσθαι πρὸς τὴν Ῥωμαίων αἵρεσιν, καὶ τοὺς πολλοὺς τούτοις ἐπακολουθήσειν διὰ τὸν φόβον.
因此,如果元老院能做出某种明确的表态,政治家们很快就会转向支持罗马的立场,而民众也会因为恐惧而跟随他们。
§24.9.7ἐὰν δὲ παρορᾶται τοῦτο τὸ μέρος, ἅπαντας ἀπονεύσειν ἐπʼ ἐκείνην τὴν ὑπόθεσιν· ἐνδοξοτέραν γὰρ εἶναι καὶ καλλίω παρὰ τοῖς ὄχλοις.
但如果这一方面被忽视,所有人都会倒向那一立场,因为那在群众中看起来更体面、更美好。
§24.9.8διὸ καὶ νῦν ἤδη τινὰς οὐθὲν ἕτερον προσφερομένους δίκαιον πρὸς φιλοδοξίαν, διʼ αὐτὸ τοῦτο τῶν μεγίστων τυγχάνειν τιμῶν παρὰ τοῖς ἰδίοις πολιτεύμασιν διὰ τὸ δοκεῖν ἀντιλέγειν τοῖς ὑφʼ ὑμῶν γραφομένοις, χάριν τοῦ διαμένειν τοὺς νόμους ἰσχυροὺς καὶ τὰ δόγματα τὰ γινόμενα παρʼ αὐτοῖς.
正因如此,现在已经有一些人在追求名望时拿不出任何其他合理的凭据,却恰恰因为在表面上反对你们的来信,以维护法律和他们自己通过的决议的名义,在各自的城邦中获得了最高的荣誉。
§24.9.9εἰ μὲν οὖν ἀδιαφόρως ἔχουσιν ὑπὲρ τοῦ πειθαρχεῖν αὐτοῖς τοὺς Ἕλληνας καὶ συνυπακούειν τοῖς γραφομένοις, ἄγειν αὐτοὺς ἐκέλευε τὴν ἀγωγήν, ἣν καὶ νῦν ἄγουσιν· §24.9.10εἰ δὲ βούλονται γίνεσθαι σφίσι τὰ παραγγελλόμενα καὶ μηθένα καταφρονεῖν τῶν γραφομένων, ἐπιστροφὴν ποιήσασθαι παρεκάλει τοῦ μέρους τούτου τὴν ἐνδεχομένην.
因而,如果罗马人对于希腊人是否服从他们、是否听从来信抱持无所谓的态度,他就建议罗马人继续维持他们现在的做法;但如果他们希望自己的指示得到执行,并且不希望任何信件被轻视,他就恳请元老院对这一方面予以应有的重视。
§24.9.11εἰ δὲ μή, σαφῶς εἰδέναι δεῖν ὅτι τἀναντία συμβήσεται ταῖς ἐπινοίαις αὐτῶν· ὃ καὶ νῦν ἤδη γεγονέναι.
否则,他们必须清楚地知道,结果将与他们的意图完全相反,而这在目前已经发生了。
§24.9.12πρῴην μὲν γὰρ ἐν τοῖς Μεσσηνιακοῖς πολλὰ ποιήσαντος Κοΐντου Μαρκίου πρὸς τὸ μηδὲν τοὺς Ἀχαιοὺς βουλεύσασθαι περὶ Μεσσηνίων ἄνευ τῆς Ῥωμαίων προαιρέσεως, §24.9.13παρακούσαντας καὶ ψηφισαμένους αὐτοὺς τὸν πόλεμον οὐ μόνον τὴν χώραν αὐτῶν καταφθεῖραι πᾶσαν ἀδίκως, ἀλλὰ καὶ τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν οὓς μὲν φυγαδεῦσαι, τινὰς δʼ αὐτῶν ἐκδότους λαβόντας αἰκισαμένους πᾶσαν αἰκίαν ἀποκτεῖναι, διότι προεκαλοῦντο περὶ τῶν ἀμφισβητουμένων ἐπὶ Ῥωμαίους.
事实上,不久前在美塞尼亚事件中,尽管昆图斯·马尔基乌斯做出了许多努力,以使阿卡亚人不在没有罗马人同意的情况下对美塞尼亚人做出任何决定,但他们依然置之不理并决议开战,不仅无理地彻底摧毁了对方的领土,而且还将最杰出的公民中的一部分人流放,将另一部分人引渡后施以各种酷刑予以杀害,仅仅因为这些人曾就争议问题向罗马人求助。
§24.9.14νῦν δὲ πάλιν ἐκ πλείονος χρόνου γραφόντων αὐτῶν ὑπὲρ τῆς καθόδου τῶν ἐκ Λακεδαίμονος φυγάδων, τοσοῦτον ἀπέχειν τοῦ πειθαρχεῖν ὡς καὶ στήλην τεθεῖσθαι καὶ πεποιῆσθαι πρὸς τοὺς κατέχοντας τὴν πόλιν ὅρκους ὑπὲρ τοῦ μηδέποτε κατελεύσεσθαι τοὺς φυγάδας.
如今,尽管罗马人已经写了很长时间的信,要求让莱昂提翁的流亡者归国,但他们不仅不服从,甚至还设立了碑文,并与占领该城的人立下誓言,永远不让这些流亡者返回。
§24.9.15εἰς ἃ βλέποντας αὐτοὺς ἠξίου πρόνοιαν ποιεῖσθαι τοῦ μέλλοντος.
他要求元老院正视这些情况,并为未来做好防范。