§24.8.1ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἀναδόντος Ὑπερβάτου τοῦ στρατηγοῦ διαβούλιον ὑπὲρ τῶν γραφομένων παρὰ Ῥωμαίων ὑπὲρ τῆς τῶν ἐκ Λακεδαίμονος φυγάδων καθόδου τί δεῖ ποιεῖν, §24.8.2οἱ μὲν περὶ τὸν Λυκόρταν παρεκάλουν μένειν ἐπὶ τῶν ὑποκειμένων, διότι Ῥωμαῖοι ποιοῦσι μὲν τὸ καθῆκον αὐτοῖς, συνυπακούοντες τοῖς ἀκληρεῖν δοκοῦσιν εἰς τὰ μέτρια τῶν ἀξιουμένων· §24.8.3ὅταν μέντοι γε διδάξῃ τις αὐτοὺς ὅτι τῶν παρακαλουμένων τὰ μέν ἐστιν ἀδύνατα, τὰ δὲ μεγάλην αἰσχύνην ἐπιφέροντα καὶ βλάβην τοῖς φίλοις, οὔτε φιλονικεῖν εἰώθασιν οὔτε παραβιάζεσθαι περὶ τῶν τοιούτων.
[有记载说,]在此期间,当将军许佩巴图斯就罗马人关于拉刻代蒙流亡者归国的来信,提出应该如何应对的咨询时,吕科塔斯一派极力主张维持现有的条款,因为罗马人听取那些看似遭遇不幸之人的合理要求,是在做对他们自己而言合乎本分的事;然而,一旦有人向他们说明,所请求的事项中有些是行不通的,有些则会给他们的盟友带来巨大的耻辱和损害,他们通常既不会为此争论,也不会在此类事情上强人所难。
§24.8.4διὸ καὶ νῦν, ἐάν τις αὐτοὺς διδάξῃ διότι συμβήσεται τοῖς Ἀχαιοῖς, ἂν πειθαρχήσωσι τοῖς γραφομένοις, παραβῆναι τοὺς ὅρκους, τοὺς νόμους, τὰς στήλας, ἃ συνέχει τὴν κοινὴν συμπολιτείαν ἡμῶν, §24.8.5ἀναχωρήσουσιν καὶ συγκαταθήσονται διότι καλῶς ἐπέχομεν καὶ παραιτούμεθα περὶ τῶν γραφομένων.
因此现在也是如此,如果有人向他们说明,如果阿卡亚人听从信中的要求,结果将会违背誓言、法律以及维系我们共同联邦的碑文,他们就会让步,并同意我们对来信的要求暂缓执行并予以婉拒是正确的。
ταῦτα μὲν οὖν οἱ περὶ τὸν Λυκόρταν ἔλεγον· §24.8.6οἱ δὲ περὶ τὸν Ὑπέρβατον καὶ Καλλικράτην πειθαρχεῖν τοῖς γραφομένοις παρῄνουν καὶ μήτε νόμον μήτε στήλην μήτʼ ἄλλο μηθὲν τούτου νομίζειν ἀναγκαιότερον.
以上是吕科塔斯等人的说辞;但许佩巴图斯和卡利克拉特斯等人则劝告应当服从信中的指示,并且认为无论是法律、碑文还是其他任何东西,都不如服从这一指示更为重要。
§24.8.7τοιαύτης δʼ οὔσης τῆς ἀντιλογίας ἔδοξε τοῖς Ἀχαιοῖς πρεσβευτὰς ἐξαποστεῖλαι πρὸς τὴν σύγκλητον τοὺς διδάξοντας ἃ Λυκόρτας λέγει.
鉴于存在这样的争论,阿卡亚人决定向元老院派遣使节,去说明吕科塔斯所说的主张。
§24.8.8καὶ παραυτίκα κατέστησαν πρεσβευτὰς Καλλικράτην Λεοντήσιον, Λυδιάδαν Μεγαλοπολίτην, Ἄρατον Σικυώνιον· καὶ δόντες ἐντολὰς ἀκολούθους τοῖς προειρημένοις ἐξαπέστειλαν.
他们立即任命莱昂提翁的卡利克拉特斯、梅加洛波利斯的吕迪亚达斯以及西库昂的阿拉托斯为使节,并在给予他们符合上述决定的指示后将其派出。
§24.8.9ὧν παραγενομένων εἰς τὴν Ῥώμην, εἰσελθὼν ὁ Καλλικράτης εἰς τὴν σύγκλητον τοσοῦτον ἀπέσχε τοῦ ταῖς ἐντολαῖς ἀκολούθως διδάσκειν τὸ συνέδριον ὥστε τοὐναντίον ἐκ καταβολῆς ἐπεχείρησεν οὐ μόνον τῶν ἀντιπολιτευομένων κατηγορεῖν θρασέως, ἀλλὰ καὶ τὴν σύγκλητον
当他们抵达罗马后,进入元老院的卡利克拉特斯不仅完全没有按照指示向元老院说明情况,反而完全相反,从一开始他就企图不仅大胆地指责他的政敌,甚至还对元老院