§24.2.1ὅτι κατὰ τὴν Πελοπόννησον παραγενομένων ἐκ Ῥώμης τῶν ἐκ τῆς Λακεδαίμονος φυγάδων καὶ κομιζόντων παρὰ τῆς συγκλήτου γράμματα τοῖς Ἀχαιοῖς ὑπὲρ τοῦ προνοηθῆναι περὶ τῆς αὑτῶν καθόδου καὶ σωτηρίας εἰς τὴν οἰκείαν, §24.2.2ἔδοξε τοῖς Ἀχαιοῖς ὑπερθέσθαι τὸ διαβούλιον, ἕως ἂν οἱ παρʼ αὐτῶν ἔλθωσι πρεσβευταί.
当来自拉刻代蒙的流亡者从罗马抵达伯罗奔尼撒,并向亚该亚人递交了元老院的信件,要求他们对流亡者重返家园及安全问题予以关照时,亚该亚人决定推迟审议,直到他们自己的使节返回。
§24.2.3ταῦτα δὲ τοῖς φυγάσιν ἀποκριθέντες συνέθεντο τὴν πρὸς Μεσσηνίους στήλην, συγχωρήσαντες αὐτοῖς πρὸς τοῖς ἄλλοις φιλανθρώποις καὶ τριῶν ἐτῶν ἀτέλειαν, ὥστε τὴν τῆς χώρας καταφθορὰν μηδὲν ἧττον βλάψαι τοὺς Ἀχαιοὺς ἢ Μεσσηνίους.
在对流亡者作出如此答复后,他们与美塞尼亚人确立了(刻有条约的)石碑,除了其他优待之外,还免除了他们三年的税收,以至于土地荒废所带来的损失对亚该亚人的伤害,并不亚于对美塞尼亚人自身的伤害。
§24.2.4τῶν δὲ περὶ τὸν Βίππον παραγενομένων ἐκ τῆς Ῥώμης καὶ διασαφούντων γραφῆναι τὰ γράμματα περὶ τῶν φυγάδων οὐ διὰ τὴν τῆς συγκλήτου σπουδήν, ἀλλὰ διὰ τὴν τῶν φυγάδων φιλοτιμίαν, §24.2.5ἔδοξε τοῖς Ἀχαιοῖς μένειν ἐπὶ τῶν ὑποκειμένων. —
然而,当比普斯一行人从罗马返回,并明确说明关于流亡者的信件之所以被撰写,并非出于元老院的重视,而是由于流亡者自身的奔走恳求时,亚该亚人决定维持既有决定。