§24.1.1εἰς δὲ τὴν Ῥώμην παραγεγονότων τῶν πρεσβευτῶν παρά τε τῶν Λακεδαιμονίων καὶ τῶν ἐκ Λακεδαίμονος φυγάδων, ἔτι δὲ παρὰ τῶν Ἀχαιῶν, ἅμα δὲ καὶ τῶν παρʼ Εὐμένους καὶ παρʼ Ἀριαράθου τοῦ βασιλέως ἡκόντων καὶ τῶν παρὰ Φαρνάκου, τούτοις πρῶτον ἐχρημάτισεν ἡ σύγκλητος.
当来自拉刻代蒙的使节、拉刻代蒙的流亡者、以及亚该亚人的使节抵达罗马时,同时还有来自欧墨尼斯和国王阿里亚拉特斯那里的来使,以及来自法尔纳克斯的使节,元老院首先接见了他们并与之谈判。
§24.1.2βραχεῖ δὲ χρόνῳ πρότερον ἀνηγγελκότων τῶν περὶ τὸν Μάρκον πρεσβευτῶν, οὓς ἀπεστάλκεισαν ἐπὶ τὸν Εὐμένει καὶ Φαρνάκῃ συνεστηκότα πόλεμον, καὶ διασεσαφηκότων περί τε τῆς Εὐμένους μετριότητος ἐν πᾶσιν καὶ περὶ τῆς Φαρνάκου πλεονεξίας καὶ καθόλου τῆς ὑπερηφανίας,
此前不久,马尔库斯及其随行使节——他们是因欧墨尼斯与法尔纳克斯之间爆发的战争而被派遣过去的——已经返回并汇报了情况,详细说明了欧墨尼斯在所有事情上的克制,以及法尔纳克斯的贪婪和整体上的傲慢。
§24.1.3οὐκέτι πολλῶν προσεδεήθη λόγων ἡ σύγκλητος διακούσασα τῶν παραγεγονότων, ἀπεκρίθη δὲ διότι πάλιν πέμψει πρεσβευτὰς τοὺς φιλοτιμότερον ἐπισκεψομένους ὑπὲρ τῶν διαφερόντων τοῖς προειρημένοις.
因此,元老院在听取了这些抵达者的陈述后,不再需要更多的言词,而是答复说,它将再次派遣使节,以更热忱的态度去调查上述各方之间所争执的事宜。
§24.1.4μετὰ δὲ ταῦτα τῶν ἐκ τῆς Λακεδαίμονος φυγάδων εἰσπορευθέντων καὶ τῶν ἐκ τῆς πόλεως ἅμα τούτοις, ἐπὶ πολὺ διακούσασα τοῖς μὲν ἐκ τῆς πόλεως οὐδὲν ἐπετίμησε περὶ τῶν γεγονότων,
此后,当拉刻代蒙的流亡者以及与他们一同前来的城内使节进入时,元老院在长时间听取了双方陈述后,对于发生的事情没有对城内的使节提出任何责难。
§24.1.5τοῖς δὲ φυγάσιν ἐπηγγείλατο γράψειν πρὸς τοὺς Ἀχαιοὺς περὶ τοῦ κατελθεῖν αὐτοὺς εἰς τὴν οἰκείαν.
但对流亡者,它承诺将写信给亚该亚人,以便让他们返回家园。
§24.1.6μετὰ δέ τινας ἡμέρας εἰσπορευθέντων τῶν περὶ Βίππον τὸν Ἀργεῖον, οὓς ἀπεστάλκει τὸ τῶν Ἀχαιῶν ἔθνος, καὶ διασαφούντων περὶ τῆς Μεσσηνίων ἀποκαταστάσεως, §24.1.7οὐθενὶ δυσαρεστήσασα περὶ τῶν οἰκονουμένων ἡ σύγκλητος ἀπεδέξατο φιλανθρώπως τοὺς πρεσβευτάς.
几天后,当亚该亚联邦派出的阿尔戈斯人比普斯及其随行人员进入,并详细说明了美塞尼亚人的复归情况后,元老院对已处理的事务没有表现出任何不满,十分友善地接待了使节们。