§24.14.1ὅτι κατὰ τὴν Ἀσίαν Φαρνάκης ὁ βασιλεύς, πάλιν ὀλιγωρήσας τῆς γεγενημένης ἐπὶ Ῥωμαίους ἀναφορᾶς, Λεώκριτον μὲν ἔτι κατὰ χειμῶνα μετὰ μυρίων στρατιωτῶν ἐξαπέστειλε πορθήσοντα τὴν Γαλατίαν,
在亚洲,国王法尔纳克斯再次无视向罗马人提出的申诉,在冬季尚存之时,便派遣莱奥克里托斯率领一万名士兵前去劫掠加拉提亚。
§24.14.2αὐτὸς δὲ τῆς ἐαρινῆς ὥρας ὑποφαινούσης ἥθροιζε τὰς δυνάμεις, ὡς ἐμβαλῶν εἰς τὴν Καππαδοκίαν.
他自己则在春季初现时集结兵力,企图入侵卡帕多西亚。
§24.14.3ἃ πυνθανόμενος Εὐμένης δυσχερῶς μὲν ἔφερε τὸ συμβαῖνον διὰ τὸ πάντας τοὺς τῆς πίστεως ὅρους ὑπερβαίνειν τὸν Φαρνάκην, ἠναγκάζετο δὲ τὸ παραπλήσιον ποιεῖν.
欧墨尼斯获悉此事后对所发生的事感到不快,因为法尔纳克斯逾越了信义的一切界限,但他也不得不采取类似的行动。
§24.14.4ἤδη δʼ αὐτοῦ συνηθροικότος τὰς δυνάμεις, κατέπλευσαν ἐκ τῆς Ῥώμης οἱ περὶ τὸν Ἄτταλον.
当他已经集结好军队时,阿塔罗斯及其随从自罗马乘船抵达。
§24.14.5ὁμοῦ δὲ γενόμενοι καὶ κοινολογηθέντες ἀλλήλοις ἀνέζευξαν παραχρῆμα μετὰ τῆς στρατιᾶς.
他们会合在一起并商谈完毕后,立刻率领军队拔营出发。
§24.14.6ἀφικόμενοι δʼ εἰς τὴν Γαλατίαν τὸν μὲν Λεώκριτον οὐκέτι κατέλαβον· τοῦ δὲ Κασσιγνάτου καὶ τοῦ Γαιζατόριγος διαπεμπομένων πρὸς αὐτοὺς ὑπὲρ ἀσφαλείας, οἵτινες ἐτύγχανον ἔτει πρότερον ᾑρημένοι τὰ Φαρνάκου, καὶ πᾶν ὑπισχνουμένων ποιήσειν τὸ προσταττόμενον, §24.14.7ἀπειπάμενοι τούτους διὰ τὴν προγεγενημένην ἀθεσίαν, ἐξάραντες παντὶ τῷ στρατεύματι προῆγον ἐπὶ τὸν Φαρνάκην.
他们抵达加拉提亚时,已见不到莱奥克里托斯;但由于前一年恰好选择投靠法尔纳克斯方的卡西格纳图斯和盖扎托里克斯此时派人来向他们请求确保安全,并许诺将彻底执行一切指令,他们因对方先前的背信义而拒绝了他们,便率领全军出发,朝法尔纳克斯进军。
§24.14.8παραγενόμενοι δʼ ἐκ Καλπίτου πεμπταῖοι πρὸς τὸν Ἅλυν ποταμὸν ἑκταῖοι πάλιν ἀνέζευξαν εἰς Παρνασσόν.
他们从卡尔皮图斯出发,于第五天到达哈里斯河,在第六天又启程前往帕尔纳索斯。
§24.14.9ἔνθα καὶ Ἀριαράθης ὁ τῶν Καππαδοκῶν βασιλεὺς συνέμιξεν αὐτοῖς μετὰ τῆς οἰκείας δυνάμεως, καὶ παρεισῆλθον εἰς τὴν Μωκισσέων χώραν.
在那里,卡帕多西亚国王阿里亚拉塞斯也率领自己的军队与他们会合,随后他们进入了莫基索伊人的领土。
§24.14.10ἄρτι δὲ κατεστρατοπεδευκότων αὐτῶν προσέπεσε παραγενέσθαι τοὺς ἐκ τῆς Ῥώμης πρεσβευτὰς ἐπὶ τὰς διαλύσεις.
在他们刚刚安营扎寨时,便传来罗马使节抵达以图调解的消息。
§24.14.11ὧν ἀκούσας ὁ βασιλεὺς Εὐμένης Ἄτταλον μὲν ἐξαπέστειλε τούτους ἐκδεξόμενον, αὐτὸς δὲ τὰς δυνάμεις ἐδιπλασίαζε καὶ διεκόσμει φιλοτίμως, ἅμα μὲν ἁρμοζόμενος πρὸς τὰς ἀληθινὰς χρείας, ἅμα δὲ βουλόμενος ἐνδείκνυσθαι τοῖς Ῥωμαίοις ὅτι διʼ αὑτοῦ δυνατός ἐστι τὸν Φαρνάκην ἀμύνασθαι καὶ
国王欧墨尼斯听闻此事后,派阿塔罗斯去迎接他们,他自己则将兵力增加了一倍,并热切地加以整编,一方面是为了适应实际需要,另一方面也是想向罗马人表明,他有能力靠自己的力量击退法尔纳克斯并……