§24.13.1ὁ δὲ Φιλοποίμην οὐκ ἐπὶ τοσοῦτον ἔφη δεῖν ἀμαθίαν αὑτοῦ καταγινώσκειν ὥστε μὴ δύνασθαι μετρεῖν μήτε τὴν διαφορὰν τοῦ πολιτεύματος τῶν Ῥωμαίων καὶ τῶν Ἀχαιῶν μήτε τὴν ὑπερβολὴν τῆς δυνάμεως" §24.13.2ἀλλὰ πάσης ὑπεροχῆς φύσιν ἐχούσης ἀεὶ βαρύτερον χρῆσθαι τοῖς ὑποταττομένοις, πότερον" ἔφη "συμφέρει συνεργεῖν ταῖς ὁρμαῖς ταῖς τῶν κρατούντων καὶ μηθὲν ἐμποδὼν ποιεῖν, ἵνʼ ὡς τάχιστα πεῖραν λάβωμεν τῶν βαρυτάτων ἐπιταγμάτων ἢ τοὐναντίον, καθʼ ὅσον οἷοί τʼ ἐσμέν, συμπαλαίοντας προσαντέχειν ἐπὶ τοσοῦτον, ἐφʼ ὅσον μέλλομεν τελέως
菲洛皮门则说,不应该认为他自己无知到如此地步,以至于无法衡量罗马人与阿卡亚人政体的差异,也无法衡量他们力量的绝对优势:“但是,既然一切优势地位的本质都在于总是对屈服者施加更重的负担,”他说,“那么,是顺从统治者的冲动且不设置任何障碍,以便我们能尽快尝到最沉重命令的滋味更有利呢? 还是相反,在我们力所能及的范围内,通过共同抗争来坚持下去,直到我们完全……为止?
§24.13.3κἂν ἐπιτάττωσιν καὶ τούτων ὑπομιμνήσκοντες αὐτοὺς ἐπιλαμβανώμεθα τῆς ὁρμῆς, παρακαθέξομεν ἐπὶ ποσὸν τὸ πικρὸν αὐτῶν τῆς ἐξουσίας, ἄλλως τε δὴ καὶ περὶ πλείονος ποιουμένων Ῥωμαίων ἕως γε τοῦ νῦν, ὡς αὐτὸς φής, Ἀρίσταινε, τὸ τηρεῖν τοὺς ὅρκους καὶ τὰς συνθήκας καὶ τὴν πρὸς τοὺς συμμάχους πίστιν.
即使他们下达命令,如果我们在提醒他们注意这些的同时阻止其冲动,我们也能在一定程度上遏制他们权力的残酷,尤其是当罗马人——正如你自己所说,阿里斯泰努斯——至少直到现在,仍高度重视遵守誓言、条约以及对盟友的信义。
§24.13.4ἐὰν δʼ αὐτοὶ καταγνόντες τῶν ἰδίων δικαίων αὐτόθεν εὐθέως καθάπερ οἱ δοριάλωτοι πρὸς πᾶν τὸ κελευόμενον ἑτοίμους ἡμᾶς αὐτοὺς παρασκευ
άζωμεν, τί διοίσει τὸ τῶν Ἀχαιῶν ἔθνος Σικελιωτῶν καὶ Καπυανῶν τῶν ὁμολογουμένως καὶ πάλαι δουλευόντων;
但如果由于我们自己否定了自己的权利,便立刻像战俘一样,让我们自己对一切命令做好顺从的准备,那么阿卡亚民族与那些公认早已处于奴役状态的西西里人和卡普亚人相比,又有何区别呢?
§24.13.5"διόπερ ἔφη δεῖν ἢ τοῦτο συγχωρεῖν ὡς οὐδὲν ἰσχύει δίκαιον παρὰ Ῥωμαίοις ἢ μηδὲ τολμῶντας τοῦτο λέγειν χρῆσθαι τοῖς δικαίοις καὶ μὴ προΐεσθαι σφᾶς, ἔχοντάς γε δὴ μεγίστας καὶ καλλίστας ἀφορμὰς πρὸς Ῥωμαίους.
”因此他说,要么承认在罗马人那里任何权利都没有效力,要么,如果连这话都不敢说,就必须行使我们的权利,绝不放弃自身,因为我们对罗马人拥有最大且最正当的依据。
§24.13.6ὅτι μὲν γὰρ ἥξει ποτὲ τοῖς Ἕλλησιν ὁ καιρὸς οὗτος, ἐν ᾧ δεήσει ποιεῖν κατʼ ἀνάγκην πᾶν τὸ παραγγελλόμενον, σαφῶς ἔφη γινώσκειν· "ἀλλὰ πότερα τοῦτον ὡς τάχιστά τις ἂν ἰδεῖν βουληθείη γενόμενον ἢ τοὐναντίον ὡς βραδύτατα;
因为他清楚地知道,希腊人终将迎来这样一个时刻,届时将不得不被迫执行一切命令:“但是,有谁会希望看到这一时刻尽快到来,还是相反,尽可能迟到?
δοκῶ μὲν γὰρ ὡς βραδύτατα.
在我看来,自然是越迟越好。
§24.13.7"διὸ καὶ τούτῳ διαφέρειν ἔφη τὴν Ἀρισταίνου πολιτείαν τῆς ἑαυτοῦ· ἐκεῖνον μὲν γὰρ σπουδάζειν ὡς τάχιστα τὸ χρεὼν ἰδεῖν γενόμενον καὶ συνεργεῖν τούτῳ κατὰ δύναμιν· αὐτὸς δὲ πρὸς τοῦτʼ ἀντερείδειν καὶ διωθεῖσθαι, καθʼ ὅσον ἐστὶ δυνατός.
”因此他说,正是在这一点上,阿里斯泰努斯的政治方针与他自己的方针不同:因为那个人急于看到必然的命运尽快发生,并竭力为此提供协助;而他自己则对此进行抗拒并予以推延,只要他还有能力。
§24.13.8οὐ μὴν ἀλλʼ ἐκ τῶν προειρημένων δῆλον ὡς συνέβαινε γίνεσθαι τοῦ μὲν καλήν, τοῦ δʼ εὐσχήμονα τὴν πολιτείαν, ἀμφοτέρας γε μὴν ἀσφαλεῖς· §24.13.9τοιγαροῦν μεγίστων καιρῶν τότε περιστάντων καὶ Ῥωμαίους καὶ τοὺς Ἕλληνας τῶν τε κατὰ Φίλιππον καὶ κατʼ Ἀντίοχον, ὅμως ἀμφότεροι διετήρησαν ἀκέραια τὰ δίκαια τοῖς Ἀχαιοῖς πρὸς Ῥωμαίους· §24.13.10φήμη δέ τις ἐνέτρεχεν ὡς Ἀρισταίνου Ῥωμαίοις εὐνουστέρου μᾶλλον ἢ Φιλοποίμενος ὑπάρχοντος.
然而,从前述内容可以清楚看出,结果是一个人的政策体现了高尚,另一个人的政策则体现了体面,但两者确实都是安全的;因此,尽管当时菲利普和安条克引起的极大危机包围着罗马人和希腊人双方,但他们两人依然在面对罗马人时,完整地为阿卡亚人保留了其应有的权益;并且流传着一种说法,认为阿里斯泰努斯比菲洛皮门更讨罗马人喜欢。