§23.8.1ὅτι τῶν περὶ τὸν Κόιντον τὸν Μάρκιον πρεσβευσάντων εἰς Μακεδονίαν, ἀπέβη μὲν ἀπὸ τῶν ἐπὶ Θρᾴκης Ἑλληνίδων πόλεων ὁλοσχερῶς ὁ Φίλιππος καὶ τὰς φρουρὰς ἐξήγαγεν, ἀπέβη δὲ βαρυνόμενος καὶ στένων.
当昆图斯·马尔基乌斯一行出使马其顿之时,腓力完全撤离了色雷斯沿岸的希腊人城市,并撤走了守备队,但他撤离时满腹怨恨、叹息不止。
§23.8.2διωρθώσατο δὲ καὶ τἄλλα πάντα, περὶ ὧν οἱ Ῥωμαῖοι προσεπέταττον, βουλόμενος ἐκείνοις μὲν μηδεμίαν ἔμφασιν ποιεῖν ἀλλοτριότητος, λαμβάνειν δʼ ἀναστροφὴν πρὸς τὰς εἰς τὸν πόλεμον παρασκευάς.
他也纠正了罗马人额外要求的所有其他事情,因为他意图不向他们表现出任何敌意,而是为了争取时间进行战争准备。
§23.8.3τηρῶν δὲ τὴν προκειμένην ὑπόθεσιν, ἐξῆγε στρατιὰν ἐπὶ τοὺς βαρβάρους.
维持着既定的方针,他率军出征蛮族。
§23.8.4διελθὼν δὲ διὰ μέσης τῆς Θρᾴκης ἐνέβαλεν εἰς Ὀδρύσας καὶ Βέσσους καὶ Δενθηλήτους.
穿过色雷斯中部,他攻入了奥德里萨人、贝西人和登特莱泰人的领地。
§23.8.5παραγενόμενος δʼ ἐπὶ τὴν προσαγορευομένην Φιλίππου πόλιν, φυγόντων τῶν ἐνοικούντων εἰς τὰς ἀκρωρείας, ἐξ ἐφόδου κατέσχε τὴν πόλιν.
来到被称为“腓力之城”的地方,因居民已逃往山顶,他发起猛攻占领了该城。
§23.8.6μετὰ δὲ ταῦτα πᾶν τὸ πεδίον ἐπιδραμὼν καὶ τοὺς μὲν ἐκπορθήσας, παρʼ ὧν δὲ πίστεις λαβών, ἐπανῆλθε, φρουρὰν καταλιπὼν ἐν τῇ Φιλίππου πόλει.
此后,他席卷了整个平原,掠夺了部分人,又从另一部分人那里得到了效忠的保证,随后便留下一支守备队在腓力之城后撤回。
§23.8.7ταύτην δὲ συνέβη μετά τινα χρόνον ἐκπεσεῖν ὑπὸ τῶν Ὀδρυσῶν, ἀθετησάντων τὰς πρὸς τὸν βασιλέα πίστεις.
然而,一段时间后,这支守备队被奥德里萨人驱逐,因为他们违背了对国王的效忠承诺。