§23.7.1ὅτι τοῦ Δημητρίου παραγενηθέντος ἐκ τῆς Ῥώμης εἰς τὴν Μακεδονίαν καὶ κομίζοντος τὰς ἀποκρίσεις, ἐν αἷς οἱ Ῥωμαῖοι πᾶσαν τὴν ἐξ αὑτῶν χάριν καὶ πίστιν εἰς τὸν Δημήτριον ἀπηρείδοντο καὶ διὰ τοῦτον ἔφασαν πάντα πεποιηκέναι καὶ ποιήσειν, §23.7.2οἱ μὲν Μακεδόνες ἀπεδέχοντο τὸν Δημήτριον, μεγάλων ὑπολαμβάνοντες ἀπολελύσθαι φόβων καὶ κινδύνων — §23.7.3προσεδόκων γὰρ ὅσον οὔπω τὸν ἀπὸ Ῥωμαίων πόλεμον ἐπʼ αὐτοὺς ἥξειν διὰ τὰς τοῦ Φιλίππου παρατριβάς — §23.7.4ὁ δὲ Φίλιππος καὶ Περσεὺς οὐχ ἡδέως ἑώρων τὸ γινόμενον, οὐδʼ ἤρεσεν αὐτοῖς τὸ δοκεῖν τοὺς Ῥωμαίους αὐτῶν μὲν μηθένα λόγον ποιεῖσθαι, τῷ δὲ Δημητρίῳ πᾶσαν ἀνατιθέναι τὴν ἐξ αὑτῶν χάριν.
当德米特里乌斯从罗马回到马其顿并带来答复时,罗马人在答复中将他们所有的好意与信任都寄托在德米特里乌斯身上,并声称正是因为他的缘故,他们已经并将继续做一切事情,马其顿人欢迎德米特里乌斯,认为自己已经从巨大的恐惧和危险中解脱了出来—— 因为他们料想,由于腓力的种种摩擦,罗马人对他们的战争几乎马上就要降临—— 然而腓力和珀尔修斯对所发生的事情并不高兴,他们也不喜欢罗马人似乎完全不理会他们,而将所有的好意都归于德米特里乌斯。
§23.7.5οὐ μὴν ἀλλʼ ὁ μὲν Φίλιππος ἐπεκρύπτετο τὴν ἐπὶ τούτοις δυσαρέστησιν, ὁ δὲ Περσεύς, οὐ μόνον ἐν τῇ πρὸς Ῥωμαίους εὐνοίᾳ παρὰ πολὺ τἀδελφοῦ λειπόμενος, ἀλλὰ καὶ περὶ τἄλλα πάντα καθυστερῶν καὶ τῇ φύσει καὶ τῇ κατασκευῇ, δυσχερῶς ἔφερε· §23.7.6τὸ δὲ συνέχον, ἐδεδίει περὶ τῆς ἀρχῆς, μὴ πρεσβύτερος ὢν ἐξωσθῇ διὰ τὰς προειρημένας αἰτίας.
尽管如此,腓力隐藏了对此的不快,而珀尔修斯不仅在对罗马人的好意上远远落后于他的弟弟,而且在其他所有方面,无论是在天性还是素养上都处于劣势,因而感到难以忍受;最关键的是,他担心自己的王位继承权,害怕自己虽是长子,却会因上述原因而被排挤。
§23.7.7διὸ τούς τε φίλους ἔφθειρε τοὺς τοῦ Δημητρίου. —
因此,他开始收买德米特里乌斯的盟友。