Humanitext Reader

波利比奥斯 · 历史 §23.15.1-23.15.3

对破坏敌方庄稼与财产行为的批判

第 1046 段,共 1311 段 · 希腊语

内容简介

波利比乌斯批评毁坏敌人庄稼和财产的行为,认为这种残酷手段只会让对手变得更加凶残,并使他们的仇恨变得无法调和。

§23.15.1ὅτι οὐ καλὸν τὸ φθείρειν τοὺς καρποὺς τῶν ὑπεναντίων· φησὶ γὰρ ὁ Πολύβιος οὐδέποτε δʼ ἐγὼ συντίθεμαι τὴν γνώμην τοῖς ἐπὶ τοσοῦτον διατιθεμένοις τὴν ὀργὴν εἰς τοὺς ὁμοφύλους ὥστε μὴ μόνον τοὺς ἐπετείους καρποὺς παραιρεῖσθαι τῶν πολεμίων, ἀλλὰ καὶ τὰ δένδρα καὶ τὰ κατασκευάσματα διαφθείρειν, μηδὲ μεταμελείας καταλείποντας τόπον.
毁坏对手的庄稼并非好事;因为波利比乌斯说:“我绝不同意那些对同胞发泄如此大怒火的人的意见,他们不仅夺走敌人当年的庄稼,而且还毁坏树木和建筑物,不留任何悔改的余地。
§23.15.2ἀλλά μοι δοκοῦσι μεγαλείως ἀγνοεῖν οἱ ταῦτα πράττοντες· §23.15.3καθʼ ὅσον γὰρ ὑπολαμβάνουσι καταπλήττεσθαι τοὺς πολεμίους λυμαινόμενοι τὴν χώραν καὶ παραιρούμενοι πάσας, οὐ μόνον τὰς κατὰ τὸ παρόν, ἀλλὰ καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας τῶν πρὸς τὸν βίον ἀναγκαίων, κατὰ τοσοῦτον ἀποθηριοῦντες τοὺς ἀνθρώπους ἀμετάθετον ποιοῦσι τὴν πρὸς αὑτοὺς ὀργὴν τῶν ἅπαξ ἐξαμαρτόντων.
相反,在我看来,做这些事的人显然是大错特错了;因为,他们以为通过蹂躏土地、夺走他们对生活必需品不仅是眼前而且是未来的全部希望,就可以吓倒敌人,但与此成正比的是,他们使人们变得如野兽般凶残,从而使那些曾犯过一次过错的人对他们的愤怒变得不可调和。
” —

词汇与语法注释

  1. 23.15.1ὅτι — 本章开头的 ὅτι 是拜占庭时期摘录集中典型的导入连词,用于在没有主句的情况下引出摘要或摘录的主题。
  2. 23.15.1καταλείποντας — 虽然此分词指的是与前面与格分词 τοῖς... διατιθεμένοις 相同的人,但因为它在 ὥστε 引导的从句中充当不定式的逻辑主语,因而其格变化被拉入宾格,产生了句法的不一致。
  3. 23.15.3καθʼ ὅσον ... κατὰ τοσοῦτον ... — 表示“在……的程度上,就在同样的程度上……”的关联句型。此处构建了一个逻辑悖论:他们越是相信通过破坏可以屈服敌人,实际上就越是使对方变得凶残,并使愤怒永久化。
  4. 23.15.3τῶν ἅπαξ ἐξαμαρτόντων — 修饰名词 ὀργή(愤怒)的主体属格,意为“那些曾经犯过一次过错(敌对行为)的人〔对他们〕的愤怒”。

引用这一段

波利比奥斯, 历史 §23.15.1-23.15.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:23.15.1-23.15.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。