§23.14.1ὅτι Πόπλιος φιλοδοξήσας ἐν ἀριστοκρατικῷ πολιτεύματι τηλικαύτην περιεποιήσατο παρὰ μὲν τοῖς ὄχλοις εὔνοιαν παρὰ δὲ τῷ συνεδρίῳ πίστιν ὥστʼ, §23.14.2ἐν μὲν τῷ δήμῳ κρίνειν τινὸς ἐπιβαλομένου κατὰ τὰ Ῥωμαίων ἔθη καὶ πολλὰ κατηγορήσαντος καὶ πικρῶς, ἄλλο μὲν οὐθὲν εἶπε προελθών, §23.14.3οὐκ ἔφη δὲ πρέπον εἶναι τῷ δήμῳ τῶν Ῥωμαίων οὐθενὸς ἀκούειν κατηγοροῦντος Ποπλίου Κορνηλίου Σκιπίωνος, διʼ ὃν αὐτὴν τὴν τοῦ λέγειν ἐξουσίαν ἔχουσιν οἱ κατηγοροῦντες.
关于普布利乌斯在贵族制政体中追求名誉,在民众中赢得了如此巨大的好意,在元老院中赢得了如此巨大的信任,以致于:当有人在公民大会中企图按照罗马人的习俗审判他,并进行了许多且严厉的指控时,他走上前来,除了以下的话以外什么也没说,而是说,罗马人民不应当听信任何指控普布利乌斯·科尔内利乌斯·西庇阿的人,因为正是得益于他,这些指控者自己才拥有了发言的权力。
§23.14.4ὧν ἀκούσαντες οἱ πολλοὶ παραχρῆμα διελύθησαν πάντες ἐκ τῆς ἐκκλησίας, ἀπολιπόντες τὸν κατηγοροῦντα μόνον.
众人听到这话,立刻全都散会离去,只留下那指控者一人。
— §23.14.5ὅτι Πόπλιος ἐν τῷ συνεδρίῳ χρείας ποτὲ χρημάτων οὔσης εἴς τινα κατεπείγουσαν οἰκονομίαν, τοῦ δὲ ταμίου διά τινα νόμον οὐ φάσκοντος ἀνοίξειν τὸ ταμιεῖον κατʼ ἐκείνην τὴν ἡμέραν, αὐτὸς ἔφη λαβὼν τὰς κλεῖς ἀνοίξειν· §23.14.6αὐτὸς γὰρ αἴτιος γεγονέναι καὶ τοῦ κλείεσθαι τὸ ταμιεῖον.
— 关于普布利乌斯在元老院中,有一次因某项紧急财政事务需要资金,而财务官因某条法律声明在当天不能打开国库时,他自己说要拿钥匙去打开它;因为他说,他自己也就是国库得以关闭的原因。
§23.14.7πάλιν δέ ποτε λόγον ἀπαιτοῦντός τινος ἐν τῷ συνεδρίῳ τῶν χρημάτων ὧν ἔλαβε παρʼ Ἀντιόχου πρὸ τῶν συνθηκῶν εἰς τὴν τοῦ στρατοπέδου μισθοδοσίαν, ἔχειν μὲν ἔφη τὸν λογισμόν, οὐ δεῖν δʼ αὐτὸν ὑποσχεῖν οὐδενὶ λόγον· §23.14.8τοῦ δʼ ἐπικειμένου καὶ κελεύοντος φέρειν ἠξίωσε τὸν ἀδελφὸν ἐνεγκεῖν· κομισθέντος δὲ τοῦ βυβλίου, προτείνας αὐτὸ καὶ κατασπαράξας πάντων ὁρώντων τὸν μὲν ἀπαιτοῦντα τὸν λόγον ἐκ τούτων ζητεῖν ἐκέλευσε, §23.14.9τοὺς δʼ ἄλλους ἤρετο πῶς τῶν μὲν τρισχιλίων ταλάντων τὸν λόγον ἐπιζητοῦσι πῶς ἐδαπανήθη καὶ διὰ τίνων, τῶν δὲ μυρίων καθόλου καὶ πεντακισχιλίων ὧν παρʼ Ἀντιόχου λαμβάνουσιν, οὐκέτι ζητοῦσι πῶς εἰσπορεύεται καὶ διὰ τίνων, §23.14.10οὐδὲ πῶς τῆς Ἀσίας καὶ τῆς Λιβύης, ἔτι δὲ τῆς Ἰβηρίας κεκυριεύκασιν.
又一次,当有人在元老院中要求他交代在缔结条约前为了军队的军饷而从安条克那里收到的资金账目时,他说他确实有这笔账目,但他不应该向任何人提交账目;当那人步步紧逼并命令他拿来时,他让他的兄弟去拿来;书册被带来后,他当众将它递出并撕成了碎片,命令那个要求账目的人从这些碎片中去寻找,并询问其他人,为什么他们一方面追问那三千塔兰同如何支出、经由何人,另一方面却不再追问他们从安条克那里收到的总共一万五千塔兰同是如何入账、经由何人的,也不追问他们是如何占领了亚洲和利比亚,乃至伊比利亚的。
§23.14.11ὥστε μὴ μόνον καταπλαγῆναι πάντας, ἀλλὰ καὶ τὸν ζητήσαντα τὸν λόγον ἀποσιωπῆσαι.
以至于不仅所有人大为震惊,连那要求账目的人也哑口无言。
§23.14.12ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω τῆς τε τῶν μετηλλαχότων ἀνδρῶν εὐκλείας ἕνεκεν καὶ τῆς τῶν ἐπιγινομένων παρορμήσεως πρὸς τὰ καλὰ τῶν ἔργων.
因此,我们说这些话,既是为了逝者的美名,也是为了激励后世之人去行高尚之事。
—
—