§23.15.1ὅτι οὐ καλὸν τὸ φθείρειν τοὺς καρποὺς τῶν ὑπεναντίων· φησὶ γὰρ ὁ Πολύβιος οὐδέποτε δʼ ἐγὼ συντίθεμαι τὴν γνώμην τοῖς ἐπὶ τοσοῦτον διατιθεμένοις τὴν ὀργὴν εἰς τοὺς ὁμοφύλους ὥστε μὴ μόνον τοὺς ἐπετείους καρποὺς παραιρεῖσθαι τῶν πολεμίων, ἀλλὰ καὶ τὰ δένδρα καὶ τὰ κατασκευάσματα διαφθείρειν, μηδὲ μεταμελείας καταλείποντας τόπον.
That it is not noble to destroy the crops of one's opponents; for Polybius says: "I never agree in opinion with those who display their anger toward their kinsmen to such an extent that they not only deprive their enemies of their annual crops, but also destroy their trees and buildings, leaving no room for repentance.
§23.15.2ἀλλά μοι δοκοῦσι μεγαλείως ἀγνοεῖν οἱ ταῦτα πράττοντες· §23.15.3καθʼ ὅσον γὰρ ὑπολαμβάνουσι καταπλήττεσθαι τοὺς πολεμίους λυμαινόμενοι τὴν χώραν καὶ παραιρούμενοι πάσας, οὐ μόνον τὰς κατὰ τὸ παρόν, ἀλλὰ καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας τῶν πρὸς τὸν βίον ἀναγκαίων, κατὰ τοσοῦτον ἀποθηριοῦντες τοὺς ἀνθρώπους ἀμετάθετον ποιοῦσι τὴν πρὸς αὑτοὺς ὀργὴν τῶν ἅπαξ ἐξαμαρτόντων. —
On the contrary, those who do these things seem to me to be greatly mistaken; for in proportion as they suppose that they strike terror into their enemies by ravaging the territory and depriving them of all hopes of the necessities of life, not only for the present but also for the future, in so far, by brutalizing the people, they render the anger of those who have once offended against them unalterable." —