§23.13.1ὅτι θαυμαστόν ἐστι καὶ μέγιστον σημεῖον γεγονέναι τῇ φύσει τὸν ἄνδρα τοῦτον ἡγεμονικὸν καὶ πολύ τι διαφέροντα τῶν ἄλλων πρὸς τὸν πραγματικὸν τρόπον· §23.13.2ἑπτακαίδεκα γὰρ ἔτη μείνας ἐν τοῖς ὑπαίθροις πλεῖστά τʼ ἔθνη καὶ βάρβαρα διεξελθὼν καὶ πλείστοις ἀνδράσιν ἀλλοφύλοις καὶ ἑτερογλώττοις χρησάμενος συνεργοῖς πρὸς ἀπηλπισμένας καὶ παραδόξους ἐπιβολάς, ὑπʼ οὐθενὸς οὔτʼ ἐπεβουλεύθη τὸ παράπαν οὔτʼ ἐγκατελείφθη τῶν ἅπαξ αὐτῷ κοινωνησάντων καὶ δόντων ἑαυτοὺς εἰς χεῖρας.
此人天生具有领袖才能,且在实际事务的处理方式上远超常人,这是一个令人惊叹且最大的证据;因为他曾在野外度过了十七年,穿过了极其众多且野蛮的民族,并在绝望且超乎想象的企图中,任用了极多不同族群和语言的人作为协作者,但他却从未被任何一次与他共事并托付于他的人暗中图谋,也未曾被他们抛弃。
—
—