§23.12.1Πολύβιος. ὁ δʼ ἐξαναστὰς προῆγε, τὰ μὲν ὑπὸ τῆς ἀρρωστίας, τὰ δʼ ὑπὸ τῆς ἡλικίας βαρυνόμενος· εἶχε γὰρ ἑβδομηκοστὸν ἔτος.
波里比阿:但他站起身来前行,一方面受疾病折磨,另一方面受高龄所累;因为他已到了第七十个年头。
§23.12.2Πολύβιος· διαβιασάμενος δὲ τὴν ἀσθένειαν τῇ συνηθείᾳ τῇ πρὸ τοῦ παρῆν ἐξ Ἄργους εἰς Μεγάλην πόλιν αὐθημερόν.
波里比阿:但他凭着先前的习惯强忍着病痛,在同一天内从阿耳戈斯赶到了大都市。
— §23.12.3ὅτι Φιλοποίμην ὁ τῶν Ἀχαιῶν στρατηγὸς συλληφθεὶς ὑπὸ Μεσσηνίων ἀνῃρέθη φαρμάκῳ, ἀνὴρ γενόμενος οὐδενὸς τῶν πρὸ τοῦ κατʼ ἀρετὴν δεύτερος, τῆς τύχης μέντοι γʼ ἥττων, καίτοι δόξας ἐν παντὶ τῷ πρὸ τοῦ βίῳ συνεργὸν ἐσχηκέναι ταύτην·
— 也就是说,阿凯亚人的将军菲洛皮门被麦塞尼亚人逮捕,并被毒死。
§23.12.4ἀλλά μοι δοκεῖ κατὰ τὴν κοινὴν παροιμίαν εὐτυχῆσαι μὲν ἄνθρωπον ὄντα δυνατόν, διευτυχῆσαί γε μὴν ἀδύνατον· §23.12.5διὸ καὶ μακαριστέον τῶν προγεγονότων οὐχ ὡς διευτυχηκότας τινάς· τίς γὰρ ἀνάγκη ψευδεῖ λόγῳ χρωμένοις ματαίως προσκυνεῖν τὴν τύχην;
他在美德上不亚于先前的任何人,然而却屈服于命运,尽管在他先前的整个生命中,他似乎一直得到了命运的协助;但在我看来,正如俗话所说,人有可能获得一时之幸,但终生幸运却是不可能的;因此,我们不应当因为昔日之人中有人终生幸运而予以祝福;因为对于使用虚假言辞的人来说,有什么必要徒然崇拜命运呢?
§23.12.6ἀλλὰ τοὺς ὡς πλεῖστον χρόνον ἐν τῷ ζῆν ἵλεων ἔχοντας ταύτην, κἄν ποτε μετανοῇ, μετρίαις περιπεσόντας συμφοραῖς.
相反,应当祝福那些在生活中最长久地使命运保持温和,且即使命运有朝一日改变心意,也仅遭遇温和不幸的人。
—
Μετ. §23.12.7Λυκόρταν, ὃς ἦν οὐδὲν ἥττων τούτου.
— Μετ. 吕科塔斯,他一点也不亚于此人。
— §23.12.8ὅτι Φιλοποίμην τετταράκοντʼ ἔτη συνεχῶς φιλοδοξήσας ἐν δημοκρατικῷ καὶ πολυειδεῖ πολιτεύματι, πάντῃ πάντως διέφυγε τὸν τῶν πολλῶν φθόνον, §23.12.9τὸ πλεῖον οὐ πρὸς χάριν, ἀλλὰ μετὰ παρρησίας πολιτευόμενος· ὃ σπανίως ἂν εὕροι τις γεγονός.
— 也就是说,菲洛皮门在民主且多元的政体中持续四十载追求名望,却在方方面面完全免于大众的嫉妒,这主要是因为他在参政时不是为了讨好,而是极具直言不讳的胆识;这实在是一般人鲜能见到发生的事情。
—
—