§22.6.1ὅτι κατὰ τοὺς αὐτοὺς καιροὺς ἧκον εἰς τὴν Ῥώμην παρά τε τοῦ βασιλέως Εὐμένους πρεσβευταὶ διασαφοῦντες τὸν ἐξιδιασμὸν τοῦ Φιλίππου τῶν ἐπὶ Θρᾴκης πόλεων, §22.6.2καὶ παρὰ Μαρωνειτῶν οἱ φυγάδες κατηγοροῦντες καὶ τὴν αἰτίαν ἀναφέροντες τῆς αὑτῶν ἐκπτώσεως ἐπὶ τὸν Φίλιππον, §22.6.3ἅμα δὲ τούτοις Ἀθαμᾶνες, Περραιβοί, Θετταλοί, φάσκοντες κομίζεσθαι δεῖν αὑτοὺς τὰς πόλεις, ἃς παρείλετο Φίλιππος αὐτῶν κατὰ τὸν Ἀντιοχικὸν πόλεμον.
在同一时期,欧门尼斯国王的使节们抵达了罗马,详细报告了腓力对色雷斯诸城市的占领,同时,来自马罗尼亚的流亡者们也来到这里,指控腓力,并将他们被驱逐的责任归咎于他;与他们一同前来的还有阿萨曼人、佩赖比人和色萨利人,他们声称,在安条克战争期间被腓力夺走的那些属于他们的城市,应当归还给自己。
§22.6.4ἧκον δὲ καὶ παρὰ τοῦ Φιλίππου πρέσβεις πρὸς ἅπαντας τοὺς κατηγορήσαντας ἀπολογησόμενοι.
腓力方面也派来了使节,准备对所有指控者进行辩护。
§22.6.5γενομένων δὲ πλειόνων λόγων πᾶσι τοῖς προειρημένοις πρὸς τοὺς παρὰ τοῦ Φιλίππου πρεσβευτάς, ἔδοξε τῇ συγκλήτῳ παραυτίκα καταστῆσαι πρεσβείαν τὴν ἐπισκεψομένην τὰ κατὰ τὸν Φίλιππον καὶ παρέξουσαν ἀσφάλειαν τοῖς βουλομένοις κατὰ πρόσωπον λέγειν τὸ φαινόμενον καὶ κατηγορεῖν τοῦ βασιλέως.
在上述所有人和腓力的使节之间进行了多次辩论之后,元老院决定立即派遣一个使团,去调查与腓力有关的事项,并为那些希望当面陈述事实并指控国王的人提供安全保障。
§22.6.6καὶ κατεστάθησαν οἱ περὶ τὸν Κόιντον Καικίλιον καὶ Μάρκον Βαίβιον καὶ Τεβέριον Κλαύδιον.
于是,昆图斯·凯基利乌斯、马尔库斯·巴埃比乌斯和提贝里乌斯·克劳狄乌斯一行人被任命。
—
συνέβαινε τοὺς Αἰνίους πάλαι μὲν στασιάζειν, §22.6.7προσφάτως δʼ ἀπονεύειν τοὺς μὲν πρὸς Εὐμένη, τοὺς δὲ πρὸς Μακεδονίαν.
——当时埃诺斯人长期处于内讧之中,最近,一部分人倾向于欧门尼斯,而另一部分人则倾向于马其顿。