§22.4.1ὅτι κατὰ τὴν Βοιωτίαν μετὰ τὸ συντελεσθῆναι τὰς πρὸς Ἀντίοχον Ῥωμαίοις συνθήκας ἀποκοπεισῶν τῶν ἐλπίδων πᾶσι τοῖς καινοτομεῖν ἐπιβαλλομένοις, ἄλλην ἀρχὴν καὶ διάθεσιν ἐλάμβανον αἱ πολιτεῖαι.
在波奥蒂亚,由于罗马人与安条克之间的条约已经缔结,所有企图变革之人的希望都被切断,各城邦开始呈现出不同的起点和局面。
§22.4.2διὸ καὶ τῆς δικαιοδοσίας ἑλκομένης παρʼ αὐτοῖς σχεδὸν ἐξ εἴκοσι καὶ πέντʼ ἐτῶν, τότε λόγοι διεδίδοντο κατὰ τὰς πόλεις, φασκόντων τινῶν διότι δεῖ γίνεσθαι διέξοδον καὶ συντέλειαν τῶν πρὸς ἀλλήλους.
因此,由于他们之间的司法裁判已被拖延了将近二十五年,当时各城市里便流传着议论,有人声称彼此之间的争端必须得到解决和终结。
§22.4.3πολλῆς δὲ περὶ τούτων ἀμφισβητήσεως ὑπαρχούσης διὰ τὸ πλείους εἶναι τοὺς καχέκτας τῶν εὐπόρων, ἐγίνετό τι συνέργημα τοῖς τὰ βέλτισθʼ αἱρουμένοις ἐκ ταὐτομάτου τοιοῦτον.
关于这些事情存在着极大的争议,因为负债累累者的人数多于富裕者,但对于选择最佳道路的人来说,偶然间产生了一种如下的助力。
§22.4.4ὁ γὰρ Τίτος ἐν τῇ Ῥώμῃ πάλαι μὲν ἐσπούδαζε περὶ τοῦ καταπορευθῆναι τὸν Ζεύξιππον εἰς τὴν Βοιωτίαν, ἅτε κεχρημένος αὐτῷ συνεργῷ πρὸς πολλὰ κατὰ τοὺς Ἀντιοχικοὺς καὶ Φιλιππικοὺς καιρούς.
因为提图斯在罗马,早就致力于让泽乌克西普斯回到波奥蒂亚,因为在与安条克和腓力战争的时期,他在许多事情上都把此人当作助手。
§22.4.5κατὰ δὲ τοὺς τότε χρόνους ἐξείργαστο γράψαι τὴν σύγκλητον τοῖς Βοιωτοῖς διότι δεῖ κατάγειν Ζεύξιππον καὶ τοὺς ἅμʼ αὐτῷ φυγόντας εἰς τὴν οἰκείαν.
而在当时,他设法使元老院写信给波奥蒂亚人,指出必须让泽乌克西普斯和与他一同流亡的人回到本国。
§22.4.6ὧν προσπεσόντων, δείσαντες οἱ Βοιωτοὶ μὴ κατελθόντων τῶν προειρημένων ἀποσπασθῶσιν ἀπὸ τῆς Μακεδόνων εὐνοίας, βουλόμενοι κατακηρυχθῆναι τὰς κρίσεις τὰς κατὰ τῶν περὶ τὸν Ζεύξιππον, ἃς ἦσαν πρότερον αὐτοῖς ἐπιγεγραμμένοι, §22.4.7καὶ τούτῳ τῷ τρόπῳ τῶν δικῶν μίαν μὲν αὐτῶν κατεδίκασαν ἱεροσυλίας, διότι λεπίσαιεν τὴν τοῦ Διὸς τράπεζαν ἀργυρᾶν οὖσαν, μίαν δὲ θανάτου διὰ τὸν Βραχύλλου φόνον.
这个消息传来后,波奥蒂亚人害怕前述之人一旦回国,自己就会失去马其顿人的好感,同时他们希望公布先前针对泽乌克西普斯一派所记录的判决,于是以这种方式,在这些诉讼中,他们以其中一案判定他们犯有渎神罪,因为他们剥下了属于宙斯的银制供桌;在另一案中,因谋杀布拉丘勒斯而判定他们死刑。
§22.4.8ταῦτα δὲ διοικήσαντες οὐκέτι προσεῖχον τοῖς γραφομένοις, ἀλλʼ ἔπεμπον πρεσβευτὰς εἰς τὴν Ῥώμην τοὺς περὶ Καλλίκριτον, φάσκοντες οὐ δύνασθαι τὰ κατὰ τοὺς νόμους ᾠκονομημένα παρʼ αὑτοῖς ἄκυρα ποιεῖν.
在处理完这些事情后,他们便不再理会信中的指示,反而派遣以卡利克里托斯为首的使节前往罗马,声称他们不能将本国依法处理的事情宣布为无效。
§22.4.9ἐν δὲ τοῖς καιροῖς τούτοις πρεσβεύσαντος αὐτοῦ τοῦ Ζευξίππου πρὸς τὴν σύγκλητον, οἱ Ῥωμαῖοι τὴν τῶν Βοιωτῶν προαίρεσιν ἔγραψαν πρός τε τοὺς Αἰτωλοὺς καὶ πρὸς Ἀχαιούς, κελεύοντες κατάγειν Ζεύξιππον εἰς τὴν οἰκείαν.
在这个关头,由于泽乌克西普斯本人也向元老院派遣了使节,罗马人将波奥蒂亚人的决定写信通知了埃托利亚人和亚该亚人,命令他们将泽乌克西普斯送回本国。
§22.4.10οἱ δʼ Ἀχαιοὶ τοῦ μὲν διὰ στρατοπέδων ποιεῖσθαι τὴν ἔφοδον ἀπέσχον, πρεσβευτὰς δὲ προεχειρίσαντο πέμπειν τοὺς παρακαλέσοντας τοὺς Βοιωτοὺς τοῖς λεγομένοις ὑπὸ τῶν Ῥωμαίων πειθαρχεῖν καὶ τὴν δικαιοδοσίαν, καθάπερ καὶ τὴν ἐν αὐτοῖς, οὕτω καὶ τὴν πρὸς αὐτοὺς ἐπὶ τέλος ἀγαγεῖν.
亚该亚人克制了带兵入侵的举动,而是决定派遣使节,劝告波奥蒂亚人服从罗马人所说的话,并将司法裁判——正如在他们内部一样,对亚该亚人的裁判也——带向终结。
§22.4.11συνέβαινε γὰρ καὶ τὰ πρὸς τούτους συναλλάγματα παρέλκεσθαι πολὺν ἤδη χρόνον.
因为他们与波奥蒂亚人的合同纠纷也已经拖延了很久。
ὧν διακούσαντες οἱ Βοιωτοί, §22.4.12στρατηγοῦντος Ἱππίου παρʼ αὐτοῖς, παραχρῆμα μὲν ὑπέσχοντο ποιήσειν τὰ παρακαλούμενα, μετʼ ὀλίγον δὲ πάντων ὠλιγώρησαν.
波奥蒂亚人听了这些话,当时由希皮亚斯担任将军,他们虽然当场答应执行所劝告的事,但不久后就忽视了一切。
διόπερ ὁ Φιλοποίμην, §22.4.13Ἱππίου μὲν ἀποτεθειμένου τὴν ἀρχήν, Ἀλκέτου δὲ παρειληφότος, ἀπέδωκε τοῖς αἰτουμένοις τὰ ῥύσια κατὰ τῶν Βοιωτῶν.
因此,菲洛皮门在希皮亚斯离职、阿尔克塔斯接任后,允许了索赔者对波奥蒂亚人实行报复性扣押的权利。
§22.4.14ἐξ ὧν ἐγίνετο καταρχὴ διαφορᾶς τοῖς ἔθνεσιν οὐκ εὐκαταφρόνητος.
由此,两个部族之间产生了不可忽视的不和的开端。
παραυτίκα γὰρ ἔλαχε §22.4.15τῶν Μυρρίχου θρεμμάτων καὶ τοῦ Σίμωνος· καὶ περὶ ταῦτα γενομένης συμπλοκῆς, οὐκέτι πολιτικῆς διαφορᾶς, ἀλλὰ πολεμικῆς ἔχθρας ἐγένετο καταρχὴ καὶ προοίμιον.
因为紧接着缪里科斯和西蒙的牲畜成了扣押的对象;围绕这些牲畜发生了冲突,这便不再是政治上的分歧,而是战争敌对状态的开端和序曲。
§22.4.16εἰ μὲν οὖν ἡ σύγκλητος προσέθηκε τἀκόλουθον περὶ τῆς καθόδου τῶν περὶ τὸν Ζεύξιππον, ταχέως ἂν ἐξεκαύθη πόλεμος· νῦν δʼ ἐκείνη τε παρεσιώπησεν, §22.4.17οἵ τε Μεγαρεῖς ἐπέσχον τὰ ῥύσια, διαπρεσβευσαμένων τοῖς συναλλάγμασιν. —
如果元老院在泽乌克西普斯一派回国的事情上采取了后续的强硬措施,战争本会迅速爆发;但实际上,元老院保持了沉默,且梅加拉人也搁置了报复性扣押,因为双方已就合同争议互派了使节。