§22.20.1ὅτι Ἀπολλωνίς, ἡ Ἀττάλου τοῦ πατρὸς Εὐμένους τοῦ βασιλέως γαμετή, Κυζικηνὴ ἦν, γυνὴ διὰ πλείους αἰτίας ἀξία μνήμης καὶ παρασημασίας.
据说,国王欧墨尼斯的父亲阿塔罗斯的妻子阿波罗尼斯,是基济科斯人,由于多种原因,她是一位值得纪念和关注的女性。
§22.20.2καὶ γὰρ ὅτι δημότις ὑπάρχουσα βασίλισσα ἐγεγόνει καὶ ταύτην διεφύλαξε τὴν ὑπεροχὴν μέχρι τῆς τελευταίας, οὐχ ἑταιρικὴν προσφερομένη πιθανότητα, σωφρονικὴν δὲ καὶ πολιτικὴν σεμνότητα καὶ καλοκαγαθίαν, δικαία τυγχάνειν τῆς ἐπʼ ἀγαθῷ μνήμης ἐστίν, §22.20.3καὶ καθότι τέτταρας υἱοὺς γεννήσασα πρὸς πάντας τούτους ἀνυπέρβλητον διεφύλαξε τὴν εὔνοιαν καὶ φιλοστοργίαν μέχρι τῆς τοῦ βίου καταστροφῆς, καίτοι χρόνον οὐκ ὀλίγον ὑπερβιώσασα τἀνδρός.
因为,她虽然身为平民,却成为了王后,并且通过展现出端庄和公民式的尊严与高洁,而不是采用娼妓般的谄媚,将这一显赫地位保持到了生命的最后一刻,因此她理所当然地配得上良好的纪念;也因为她育有四个儿子,并且尽管在丈夫去世后又活了相当长的时间,她对他们所有人始终保持着无与伦比的好意与慈爱,直到生命的终结。
§22.20.4πλὴν οἵγε περὶ τὸν Ἄτταλον ἐν τῇ παρεπιδημίᾳ καλὴν περιεποιήσαντο φήμην, ἀποδιδόντες τῇ μητρὶ τὴν καθήκουσαν χάριτα καὶ τιμήν.
无论如何,阿塔罗斯及其兄弟们在逗留期间获得了极佳的名声,他们向母亲致以了应有的感激与敬意。
§22.20.5ἄγοντες γὰρ ἐξ ἀμφοῖν τοῖν χεροῖν μέσην αὑτῶν τὴν μητέρα περιῄεσαν τά θʼ ἱερὰ καὶ τὴν πόλιν μετὰ τῆς θεραπείας.
因为他们拉着母亲的双手,让她站在他们中间,在侍从的陪同下,巡游了神殿和整座城市。
§22.20.6ἐφʼ οἷς οἱ θεώμενοι μεγάλως §22.20.7τοὺς νεανίσκους ἀπεδέχοντο καὶ κατηξίουν καὶ μνημονεύοντες τῶν περὶ τὸν Κλέοβιν καὶ Βίτωνα συνέκρινον τὰς αἱρέσεις αὐτῶν, καὶ τὸ τῆς προθυμίας τῆς ἐκείνων λαμπρὸν τῷ τῆς ὑπεροχῆς τῶν βασιλέων ἀξιώματι συναναπληροῦντες.
见此情景,旁观者们极大地…… 欢迎并赞赏这些青年;他们想起了关于克莱奥比斯和比同的事迹,将两者的选择进行对比,并用这些国王们显赫的尊严,来弥补和完满前者热忱的辉煌。
§22.20.8ταῦτα δʼ ἐτελέσθη ἐν Κυζίκῳ μετὰ τὴν διάλυσιν τὴν πρὸς Προυσίαν τὸν βασιλέα.
这些事情是在与普鲁西阿斯国王达成和解之后,在基济科斯举行的。
—
—