§22.20.1ὅτι Ἀπολλωνίς, ἡ Ἀττάλου τοῦ πατρὸς Εὐμένους τοῦ βασιλέως γαμετή, Κυζικηνὴ ἦν, γυνὴ διὰ πλείους αἰτίας ἀξία μνήμης καὶ παρασημασίας.
That Apollonis, the wife of Attalus the father of King Eumenes, was a Cyzicene, a woman worthy of memory and record for several reasons.
§22.20.2καὶ γὰρ ὅτι δημότις ὑπάρχουσα βασίλισσα ἐγεγόνει καὶ ταύτην διεφύλαξε τὴν ὑπεροχὴν μέχρι τῆς τελευταίας, οὐχ ἑταιρικὴν προσφερομένη πιθανότητα, σωφρονικὴν δὲ καὶ πολιτικὴν σεμνότητα καὶ καλοκαγαθίαν, δικαία τυγχάνειν τῆς ἐπʼ ἀγαθῷ μνήμης ἐστίν, §22.20.3καὶ καθότι τέτταρας υἱοὺς γεννήσασα πρὸς πάντας τούτους ἀνυπέρβλητον διεφύλαξε τὴν εὔνοιαν καὶ φιλοστοργίαν μέχρι τῆς τοῦ βίου καταστροφῆς, καίτοι χρόνον οὐκ ὀλίγον ὑπερβιώσασα τἀνδρός.
For since, though being a commoner, she became queen, and preserved this high dignity until the very end, not by employing any courtesan-like allurements, but by displaying a sober and civic dignity and goodness, she deservedly meets with honorable memory; and also because, having given birth to four sons, she preserved towards all of them an unsurpassable goodwill and affection until the end of her life, although she survived her husband for no short a time.
§22.20.4πλὴν οἵγε περὶ τὸν Ἄτταλον ἐν τῇ παρεπιδημίᾳ καλὴν περιεποιήσαντο φήμην, ἀποδιδόντες τῇ μητρὶ τὴν καθήκουσαν χάριτα καὶ τιμήν.
At any rate, Attalus and his brothers won a fine reputation during their stay, by rendering due gratitude and honor to their mother.
§22.20.5ἄγοντες γὰρ ἐξ ἀμφοῖν τοῖν χεροῖν μέσην αὑτῶν τὴν μητέρα περιῄεσαν τά θʼ ἱερὰ καὶ τὴν πόλιν μετὰ τῆς θεραπείας.
For leading their mother between them, holding her by both hands, they went round the temples and the city with their retinue.
§22.20.6ἐφʼ οἷς οἱ θεώμενοι μεγάλως
At which the spectators, greatly...
§22.20.7τοὺς νεανίσκους ἀπεδέχοντο καὶ κατηξίουν καὶ μνημονεύοντες τῶν περὶ τὸν Κλέοβιν καὶ Βίτωνα συνέκρινον τὰς αἱρέσεις αὐτῶν, καὶ τὸ τῆς προθυμίας τῆς ἐκείνων λαμπρὸν τῷ τῆς ὑπεροχῆς τῶν βασιλέων ἀξιώματι συναναπληροῦντες.
welcomed and honored the young men; and recalling the story of Cleobis and Biton, they compared their choice, completing the splendor of the former's devotion with the dignity of the kings' superiority.
§22.20.8ταῦτα δʼ ἐτελέσθη ἐν Κυζίκῳ μετὰ τὴν διάλυσιν τὴν πρὸς Προυσίαν τὸν βασιλέα. —
These things were performed in Cyzicus after the reconciliation with King Prusias. —