§22.15.1ὅτι κατὰ τὴν Κρήτην, κοσμοῦντος ἐν Γορτύνῃ Κύδα τοῦ Ἀντάλκους, κατὰ πάντα τρόπον ἐλαττούμενοι Γορτύνιοι τοὺς Κνωσίους, ἀποτεμόμενοι τῆς χώρας αὐτῶν τὸ μὲν καλούμενον Λυκάστιον προσένειμαν Ῥαυκίοις, τὸ δὲ Διατόνιον Λυττίοις.
在克里特,当安塔尔克斯之子基达斯在戈尔廷担任最高政务官(Cosmos)时,戈尔廷人在各方面都压制着克诺索斯人,他们割占了后者的领土,将所谓的吕卡斯提翁划归劳基奥斯人,将迪亚托尼翁划归吕提奥斯人。
§22.15.2κατὰ δὲ τὸν καιρὸν τοῦτον παραγενομένων πρεσβευτῶν ἐκ τῆς
Ῥώμης εἰς τὴν Κρήτην τῶν περὶ τὸν Ἄππιον χάριν τοῦ διαλῦσαι τὰς ἐνεστώσας αὐτοῖς πρὸς ἀλλήλους διαφοράς, καὶ ποιησαμένων λόγους ὑπὲρ τούτων ἐν τῇ Κνωσίων καὶ Γορτυνίων, πεισθέντες οἱ Κρηταιεῖς ἐπέτρεψαν τὰ καθʼ αὑτοὺς τοῖς περὶ τὸν Ἄππιον.
此时,阿庇乌斯率领的罗马使节抵达克里特,以调解他们之间产生的纠纷,并在克诺索斯和戈尔廷就这些问题发表了演讲,克里特人被说服,将他们的事情委托给阿庇乌斯一行。
§22.15.3οἱ δὲ [πεισθέντες] Κνωσίοις μὲν ἀποκατέστησαν τὴν χώραν, Κυδωνιάταις δὲ προσέταξαν τοὺς μὲν ὁμήρους ἀπολαβεῖν, οὓς ἐγκατέλειπον δόντες τοῖς περὶ Χαρμίωνα πρότερον, τὴν δὲ Φαλάσαρναν ἀφεῖναι μηδὲν ἐξ αὐτῆς νοσφισαμένους.
他们将领土归还给克诺索斯人,并命令基多尼亚人收回先前交给哈尔米翁一伙人保管的人质,且在不掠夺任何财物的情况下撤离法拉萨尔纳。
§22.15.4περὶ δὲ τῶν κατὰ κοινοδίκιον συνεχώρησαν αὐτοῖς βουλομένοις μὲν [αὐτοῖς] ἐξεῖναι μετέχειν, §22.15.5μὴ βουλομένοις δὲ καὶ τοῦτʼ ἐξεῖναι, §22.15.6πάσης ἀπεχομένοις τῆς ἄλλης Κρήτης αὐτοῖς τε καὶ τοῖς ἐκ Φαλασάρνης φυγάσιν.
至于共同法庭(Koinodikion)的事项,他们准许如果基多尼亚人愿意,就可以参与,如果不愿意,也可以不参与,条件是他们自身以及来自法拉萨尔纳的流亡者都必须远离克里特的其他所有地区。
ἀπέκτειναν τοὺς περὶ Μενοίτιον, ἐπιφανεστάτους ὄντας τῶν πολιτῶν.
然而,他们杀害了梅诺伊提乌斯及其同党,他们是公民中最显赫的人物。