§21.7.1πυρφόρος, ᾧ ἐχρήσατο Παυσίστρατος ὁ τῶν Ῥοδίων ναύαρχος.
这是“火攻装置”,罗得斯人的海军提督保西斯特拉图斯曾使用过它。
§21.7.2ἦν δὲ κημός· ἐξ ἑκατέρου δὲ τοῦ μέρους τῆς πρώρρας ἀγκύλαι δύο παρέκειντο παρὰ τὴν ἐντὸς ἐπιφάνειαν τῶν τοίχων, εἰς ἃς ἐνηρμόζοντο κοντοὶ προτείνοντες τοῖς κέρασιν εἰς θάλατταν.
它是一个火笼;在船首的两侧,沿船板内侧装有两个固定环,其中插有长竿,其尖端向海面伸出。
§21.7.3ἐπὶ δὲ τὸ τούτων ἄκρον ὁ κημὸς ἁλύσει σιδηρᾷ προσήρτητο πλήρης πυρός, §21.7.4ὥστε κατὰ τὰς ἐμβολὰς καὶ παραβολὰς εἰς μὲν τὴν πολεμίαν ναῦν ἐκτινάττεσθαι πῦρ, ἀπὸ δὲ τῆς οἰκείας πολὺν ἀφεστάναι τόπον διὰ τὴν ἔγκλισιν.
而在这些长竿的末端,用铁链悬挂着装满烈火的火笼,结果是在冲撞或舷靠时,火被喷射到敌船上,而由于长竿的倾斜,火源距离己方船只仍有相当遥远的距离。
— §21.7.5ὅτι Παμφιλίδας ὁ τῶν Ῥοδίων ναύαρχος ἐδόκει πρὸς πάντας τοὺς καιροὺς εὐαρμοστότερος εἶναι τοῦ Παυσιστράτου διὰ τὸ βαθύτερος τῇ φύσει καὶ στασιμώτερος μᾶλλον ἢ τολμηρότερος ὑπάρχειν.
— 罗得斯人的海军提督潘菲利达斯被认为比保西斯特拉图斯更能适应各种局势,因为他本性更为深沉稳重,而非鲁莽冒险。
§21.7.6ἀγαθοὶ γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων οὐκ ἐκ τῶν κατὰ λόγον, ἀλλʼ ἐκ τῶν συμβαινόντων ποιεῖσθαι τὰς διαλήψεις.
因为大多数人并不根据合情理的推论,而是根据发生的结果来做出评判。
§21.7.7ἄρτι γὰρ διʼ αὐτὸ τοῦτο προκεχειρισμένοι τὸν Παυσίστρατον, διὰ τὸ πρᾶξιν ἔχειν τινὰ καὶ τόλμαν, παραχρῆμα μετέπιπτον εἰς τἀναντία ταῖς γνώμαις διὰ τὴν περιπέτειαν.
事实上,他们不久前正是因为这一点——即他具有实干能力和胆识——而推选了保西斯特拉图斯,现在却因为事态的逆转而立刻将自己的态度转向了相反的方向。
—
—