Humanitext Reader

波利比奥斯 · 历史 §21.41.1-21.41.12

格奈乌斯接见使者与进军潘菲利亚

第 1003 段,共 1311 段 · 希腊语

内容简介

罗马将军格奈乌斯在以弗所期间,各城市和邻国君主的使者纷纷前来寻求和平条件。随后他率军前往潘菲利亚,以接收安条克承诺的补给和资金。

§21.41.1ὅτι κατὰ τοὺς καιροὺς τούτους κατὰ τὴν Ἀσίαν Γναΐου τοῦ τῶν Ῥωμαίων στρατηγοῦ παραχειμάζοντος ἐν Ἐφέσῳ, κατὰ τὸν τελευταῖον ἐνιαυτὸν τῆς ὑποκειμένης ὀλυμπιάδος, παρεγένοντο πρεσβεῖαι παρά τε τῶν Ἑλληνίδων πόλεων τῶν ἐπὶ τῆς Ἀσίας καὶ παρʼ ἑτέρων πλειόνων, συμφοροῦσαι στεφάνους τῷ Γναΐῳ διὰ τὸ νενικηκέναι τοὺς Γαλάτας.
在此时期,当罗马将军格奈乌斯在亚洲的以弗所过冬时,在当前奥林匹亚周期的最后一年,来自亚洲的希腊城市以及其他许多地方的使节团抵达,因格奈乌斯击败了加拉太人而向他呈献冠冕。
§21.41.2ἅπαντες γὰρ οἱ τὴν ἐπὶ τάδε τοῦ Ταύρου κατοικοῦντες οὐχ οὕτως ἐχάρησαν Ἀντιόχου λειφθέντος ἐπὶ τῷ δοκεῖν ἀπολελύσθαι τινὲς μὲν φόρων, οἱ δὲ φρουρᾶς, καθόλου δὲ πάντες βασιλικῶν προσταγμάτων, ὡς ἐπὶ τῷ τὸν ἀπὸ τῶν βαρβάρων αὐτοῖς φόβον ἀφῃρῆσθαι καὶ δοκεῖν ἀπηλλάχθαι τῆς τούτων ὕβρεως καὶ παρανομίας.
因为所有居住在托罗斯山脉这一侧的人,虽然因安条克战败而喜悦——因为有些人似乎免除了贡赋,有些人免除了驻军,而所有人总体上都免除了国王的法令——但他们的喜悦程度远不及因野蛮人的恐惧被消除、并似乎摆脱了这些人的傲慢与不法而感到的喜悦。
§21.41.3ἦλθε δὲ καὶ παρʼ Ἀντιόχου Μουσαῖος καὶ παρὰ τῶν Γαλατῶν πρεσβευταί, βουλόμενοι μαθεῖν ἐπὶ τίσιν αὐτοὺς δεῖ ποιεῖσθαι τὴν φιλίαν.
此外,来自安条克的穆萨伊奥斯以及来自加拉太人的使者也到了,他们希望得知应该在何种条件下与罗马人建立友好关系。
§21.41.4ὁμοίως δὲ καὶ παρʼ Ἀριαράθου τοῦ τῶν Καππαδοκῶν βασιλέως· καὶ γὰρ οὗτος, μετασχὼν Ἀντιόχῳ τῶν αὐτῶν ἐλπίδων καὶ κοινωνήσας τῆς πρὸς Ῥωμαίους μάχης, ἐδεδίει καὶ διηπορεῖτο περὶ τῶν καθʼ αὑτόν.
同样地,卡帕多西亚国王阿里阿拉特斯也派来了使者;因为他也曾与安条克怀有同样的希望,并参与了对抗罗马人的战斗,因而感到恐惧,并对自己的处境深感焦虑。
§21.41.5διὸ καὶ πλεονάκις πέμπων πρεσβευτὰς ἐβούλετο μαθεῖν τί δοὺς ἢ τί πράξας δύναιτʼ ἂν παραιτήσασθαι τὴν σφετέραν ἄγνοιαν.
因此,他多次派遣使者,希望得知通过付出什么或做些什么,才能为他们先前的无知求得宽恕。
§21.41.6ὁ δὲ στρατηγὸς τὰς μὲν παρὰ τῶν πόλεων πρεσβείας πάσας ἐπαινέσας καὶ φιλανθρώπως ἀποδεξάμενος ἐξαπέστειλε, §21.41.7τοῖς δὲ Γαλάταις ἀπεκρίθη διότι προσδεξάμενος Εὐμένη τὸν βασιλέα, τότε ποιήσεται τὰς πρὸς αὐτοὺς συνθήκας.
而将军对来自各城市的使者全部予以称赞和友善的接待,并遣送他们回去;对加拉太人他则答复说,只有在接见了国王欧墨尼斯之后,届时他才会与他们签订条约。
τοῖς δὲ περὶ Ἀριαράθην εἶπεν ἑξακόσια τάλαντα δόντας τὴν εἰρήνην ἔχειν.
而对阿里阿拉特斯的使者,他表示只要交纳六百塔兰同就可以获得和平。
§21.41.8πρὸς δὲ τὸν Ἀντιόχου πρεσβευτὴν συνετάξατο μετὰ τῆς δυνάμεως ἥξειν ἐπὶ τοὺς τῆς Παμφυλίας ὅρους, τά τε δισχίλια τάλαντα καὶ πεντακόσια κομιούμενος καὶ τὸν σῖτον ὃν ἔδει δοῦναι τοῖς στρατιώταις αὐτοῦ πρὸ τῶν συνθηκῶν κατὰ τὰς πρὸς Λεύκιον ὁμολογίας.
至于安条克的使者,他约定将率军前往潘菲利亚的边界,以便按照与卢基乌斯达成的协议,接收那二千五百塔兰同以及在条约签订前应当分发给他士兵的粮食。
§21.41.9μετὰ δὲ ταῦτα καθαρμὸν ποιησάμενος τῆς δυνάμεως, καὶ τῆς ὥρας παραδιδούσης, παραλαβὼν Ἄτταλον ἀνέζευξεν καὶ παραγενόμενος εἰς Ἀπάμειαν ὀγδοαῖος ἐπέμεινε τρεῖς ἡμέρας, κατὰ δὲ τὴν τετάρτην ἀναζεύξας προῆγε, χρώμενος ἐνεργοῖς ταῖς πορείαις.
此后,他为军队举行了净化仪式,并且随着季节的允许,他带着阿塔罗斯出发,在第八天抵达阿帕梅亚,并在那里停留了三天;第四天他再次出发前行,行军极为迅速。
§21.41.10ἀφικόμενος δὲ τριταῖος εἰς τὸν συνταχθέντα τόπον τοῖς περὶ Ἀντίοχον, αὐτοῦ κατεστρατοπέδευσε.
他在第三天抵达了与安条克代表约定的地点,并在该处安营扎寨。
§21.41.11συμμιξάντων δὲ τῶν περὶ τὸν Μουσαῖον καὶ παρακαλούντων αὐτὸν ἐπιμεῖναι, διότι καθυστεροῦσιν αἵ θʼ ἅμαξαι καὶ τὰ κτήνη τὰ παρακομίζοντα τὸν σῖτον καὶ τὰ χρήματα, πεισθεὶς τούτοις ἐπέμεινε τρεῖς ἡμέρας.
穆萨伊奥斯及其同伴与他会合,并恳求他等候,因为运送粮食和金钱的车辆及牲畜落在了后面,他听从了这些请求,便停留了三天。
§21.41.12τῆς δὲ χορηγίας ἐλθούσης τὸν μὲν σῖτον ἐμέτρησε ταῖς δυνάμεσι, τὰ δὲ χρήματα παραδούς τινι τῶν χιλιάρχων συνέταξεν παρακομίζειν εἰς Ἀπάμειαν.
当补给物资运抵后,他将粮食分发给军队,并将金钱交给一名千夫长,命其运往阿帕梅亚。

词汇与语法注释

  1. 21.41.2οὐχ οὕτως ἐχάρησαν ... ὡς ἐπὶ τῷ — 使用 οὐχ οὕτως ... ὡς ...(“不比……更……”)的比较句式,在语境中表达强烈的对比和强调,即“比起前者,更因后者而大大喜悦”。前者的喜悦原因(ἐπὶ τῷ δοκεῖν...“因似乎……”)与后者的喜悦原因(ἐπὶ τῷ... ἀφῃρῆσθαι...“因……被消除”)通过介词 ἐπί 引导的与格冠词不定式短语形成了平行的结构。
  2. 21.41.5τί δοὺς ἢ τί πράξας δύναιτʼ ἂν — δύναιτʼ ἂν 是 ἄν 加上 Optative(希求语气),表示潜在可能性(“将能够……”)。与之配合的过去时分词 δοὺς 和 πράξας 起到了条件状语的作用(“通过付出什么或做些什么”),共同构成间接疑问句,说明采取何种行动才能为其过错请求宽恕。
  3. 21.41.9τῆς ὥρας παραδιδούσης — 现在时态的属格独立结构,以 τῆς ὥρας 为主语,现在分词 παραδιδούσης 为谓语。此处不及物使用的 παραδίδωμι 意为“允许”或“提供(好机会)”,表示“由于季节允许(或提供了有利于进军的条件)”这一时间或原因背景。

引用这一段

波利比奥斯, 历史 §21.41.1-21.41.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:21.41.1-21.41.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。