Humanitext Reader

波利比奥斯 · 历史 §21.43.1-21.43.27

安条克与罗马和平条约的具体条款

第 1005 段,共 1311 段 · 希腊语

内容简介

安条克国王与罗马人及其盟友之间缔结的和平条约的具体条款。条约详细规定了领土撤离、军备限制、巨额赔偿金的支付方式以及提供人质等内容。

§21.43.1ἦν δὲ τοιαύτη τις ἡ τῶν κατὰ μέρος διάταξις· φιλίαν ὑπάρχειν Ἀντιόχῳ καὶ Ῥωμαίοις εἰς ἅπαντα τὸν χρόνον ποιοῦντι τὰ κατὰ τὰς συνθήκας.
其逐条的具体条款规定如下:安条克与罗马人之间将永远保持友好,只要安条克履行条约中的各项条款。
§21.43.2μὴ διιέναι βασιλέα Ἀντίοχον καὶ τοὺς ὑποταττομένους διὰ τῆς αὑτῶν χώρας ἐπὶ Ῥωμαίους καὶ τοὺς συμμάχους πολεμίους μηδὲ χορηγεῖν αὐτοῖς μηδέν· §21.43.3ὁμοίως δὲ καὶ Ῥωμαίους καὶ τοὺς συμμάχους ἐπʼ Ἀντίοχον καὶ τοὺς ὑπʼ ἐκεῖνον ταττομένους.
安条克国王及受其统治的人民,不得允许罗马人及其盟友的敌对者通过自己的领土,亦不得向其提供任何物资;同样,罗马人及其盟友对安条克及受其统治的人民亦当如此。
§21.43.4μὴ πολεμῆσαι δὲ Ἀντίοχον τοῖς ἐπὶ ταῖς νήσοις μηδὲ τοῖς κατὰ τὴν Εὐρώπην.
安条克不得对各岛屿的居民或欧洲的居民发动战争。
§21.43.5ἐκχωρείτω δὲ πόλεων καὶ χώρας §21.43.6. μὴ ἐξαγέτω μηδὲν πλὴν τῶν ὅπλων ὧν φέρουσιν οἱ στρατιῶται· εἰ δέ τι τυγχάνουσιν ἀπενηνεγμένοι, καθιστάτωσαν πάλιν εἰς τὰς αὐτὰς πόλεις.
他应从(以下)城市和领土撤军. 除了士兵携带的武器外,不得带走任何东西;如果他们带走了任何东西,必须将其归还到原先的城市。
§21.43.7μηδʼ ὑποδεχέσθωσαν τοὺς ἐκ τῆς Εὐμένους τοῦ βασιλέως μήτε στρατιώτας μήτʼ ἄλλον μηδένα.
亦不得接纳来自国王欧墨尼斯领地的士兵或任何其他人。
§21.43.8εἰ δέ τινες ἐξ ὧν ἀπολαμβάνουσιν οἱ Ῥωμαῖοι πόλεων μετὰ δυνάμεώς εἰσιν Ἀντιόχου, τούτους εἰς Ἀπάμειαν ἀποκαταστησάτωσαν.
如果罗马人接收的城市中,有安条克的带有武装力量的人员,应将他们送还至阿帕梅亚。
§21.43.9τοῖς δὲ Ῥωμαίοις καὶ τοῖς συμμάχοις εἴ τινες εἶεν ἐκ τῆς Ἀντιόχου βασιλείας, εἶναι τὴν ἐξουσίαν καὶ μένειν, εἰ βούλονται, καὶ ἀποτρέχειν.
至于属于罗马人及其盟友、且身处安条克王国境内的任何人,只要他们愿意,应有权选择留下来或离去。
§21.43.10τοὺς δὲ δούλους Ῥωμαίων καὶ τῶν συμμάχων ἀποδότω Ἀντίοχος καὶ οἱ ὑπʼ αὐτὸν ταττόμενοι, καὶ τοὺς ἁλόντας καὶ τοὺς αὐτομολήσαντας, καὶ εἴ τινα αἰχμάλωτόν ποθεν εἰλήφασιν.
安条克及其部属应当归还罗马人及盟友的奴隶,包括被俘者和逃亡者,以及他们从任何地方虏获的战俘。
§21.43.11ἀποδότω δὲ Ἀντίοχος, ἐὰν ᾖ δυνατὸν αὐτῷ, καὶ Ἀννίβαν Ἀμίλκου Καρχηδόνιον καὶ Μνασίλοχον Ἀκαρνᾶνα καὶ Θόαντα Αἰτωλόν, καὶ Εὐβουλίδαν καὶ Φίλωνα Χαλκιδεῖς, καὶ τῶν Αἰτωλῶν ὅσοι κοινὰς εἰλήφασιν ἀρχάς, §21.43.12καὶ τοὺς ἐλέφαντας τοὺς ἐν Ἀπαμείᾳ πάντας, καὶ μηκέτι ἄλλους ἐχέτω.
安条克如果可能,还应交出迦太基人哈米尔卡之子汉尼拔、阿卡纳尼亚人姆纳西洛科斯、埃托利亚人托阿斯、卡尔基斯人埃乌布利达斯与菲隆,以及所有担任过埃托利亚联盟公职的人;并交出阿帕梅亚的所有大象,此后不得再保留其他大象。
§21.43.13ἀποδότω δὲ καὶ τὰς ναῦς τὰς μακρὰς καὶ τὰ ἐκ τούτων ἄρμενα καὶ τὰ σκεύη, καὶ μηκέτι ἐχέτω πλὴν δέκα καταφράκτων· μηδὲ λέμβον πλείοσι τριάκοντα κωπῶν ἐχέτω ἐλαυνόμενον, μηδὲ μονήρη πολέμου ἕνεκεν, §21.43.14οὗ αὐτὸς κατάρχει.
还应交出战船及其帆具和装备,此后保留的甲铁船不得超过十艘;不得保留由三十桨以上推进的快速船,亦不得保留用于战争的单层战船,除非是他自己亲自指挥的。
μηδὲ πλείτωσαν ἐπὶ τάδε τοῦ Καλυκάδνου καὶ Σαρπηδονίου ἀκρωτηρίου, εἰ μὴ φόρους ἢ πρέσβεις ἢ ὁμήρους ἄγοιεν.
且除非运送贡赋、使节或人质,否则他们的船只不得航行至卡吕卡德努斯河与萨尔佩东角以东。
§21.43.15μὴ ἐξέστω δὲ Ἀντιόχῳ μηδὲ ξενολογεῖν ἐκ τῆς ὑπὸ Ῥωμαίους ταττομένης μηδʼ ὑποδέχεσθαι τοὺς φεύγοντας.
安条克不得从属罗马人统治的地区招募雇佣兵,亦不得接纳逃亡者。
§21.43.16ὅσαι δὲ οἰκίαι Ῥοδίων ἢ τῶν συμμάχων ἦσαν ἐν τῇ ὑπὸ βασιλέα Ἀντίοχον ταττομένῃ ταύτας εἶναι Ῥοδίων, ὡς καὶ πρὸ τοῦ τὸν πόλεμον ἐξενεγκεῖν.
至于凡在安条克国王统治的地区内属于罗得斯人或其盟友的房产,均归罗得斯人所有,一如宣战之前。
§21.43.17καὶ εἴ τι χρῆμα ὀφείλετʼ αὐτοῖς, ὁμοίως ἔστω πράξιμον· καὶ εἴ τι ἀπελήφθη ἀπʼ αὐτῶν, ἀναζητηθὲν ἀποδοθήτω.
若有任何债务应付给他们,同样应当是可以追讨的;若有任何财物从他们那里被夺走,在搜寻之后应当予以归还。
ἀτελῆ δὲ ὁμοίως ὡς καὶ πρὸ τοῦ πολέμου τὰ πρὸς τοὺς Ῥοδίους ὑπαρχέτω.
罗得斯人的免税特权应一如战前。
εἰ δέ τινας τῶν πόλεων, §21.43.18ἃς ἀποδοῦναι δεῖ Ἀντίοχον, ἑτέροις δέδωκεν Ἀντίοχος, ἐξαγέτω καὶ ἐκ τούτων τὰς φρουρὰς καὶ τοὺς ἄνδρας.
此外,如果,在安条克必须归还的城市中,有些已被安条克赠予他人,他亦应从这些城市中撤出守备队和人员。
ἐὰν δέ τινες ὕστερον ἀποτρέχειν βούλωνται, μὴ προσδεχέσθω.
若此后有人企图逃亡,他不得接纳。
§21.43.19ἀργυρίου δὲ δότω Ἀντίοχος Ἀττικοῦ Ῥωμαίοις ἀρίστου τάλαντα μύρια δισχίλια ἐν ἔτεσι δώδεκα, διδοὺς καθʼ ἕκαστον ἔτος χίλια· μὴ ἔλαττον δʼ ἑλκέτω τὸ τάλαντον λιτρῶν Ῥωμαϊκῶν ὀγδοήκοντα· καὶ μοδίους σίτου πεντηκοντακισμυρίους καὶ τετρακισμυρίους.
安条克应在十二年内向罗马人支付一万二千塔兰特最优质的阿提卡银,每年支付一千塔兰特;每塔兰特的重量不得低于八十罗马磅;并支付五十四万莫迪乌斯的小麦。
§21.43.20δότω δὲ Εὐμένει τῷ βασιλεῖ τάλαντα τριακόσια πεντήκοντα ἐν ἔτεσι τοῖς πρώτοις πέντε, ἑβδομήκοντα κατὰ τὸ ἔτος, τῷ ἐπιβαλλομένῳ καιρῷ, ᾧ καὶ τοῖς Ῥωμαίοις ἀποδίδωσι, καὶ τοῦ σίτου, §21.43.21καθὼς ἐτίμησεν ὁ βασιλεὺς Ἀντίοχος, τάλαντα ἑκατὸν εἴκοσιν ἑπτὰ καὶ δραχμὰς χιλίας διακοσίας ὀκτώ· ἃ συνεχώρησεν Εὐμένης λαβεῖν, γάζαν εὐαρεστουμένην ἑαυτῷ.
他应在最初的五年内向国王欧墨尼斯支付三百五十塔兰特,每年在向罗马人支付的相同指定期限内支付七十塔兰特;至于小麦,根据安条克国王评估的价值,支付一百二十七塔兰特和一千二百零八德拉克马;这是欧墨尼斯同意接受的,作为令其满意的国库物资代偿。
§21.43.22ὁμήρους δὲ εἴκοσι διδότω Ἀντίοχος, διʼ ἐτῶν τριῶν ἄλλους ἀνταποστέλλων, μὴ νεωτέρους ἐτῶν ὀκτωκαίδεκα μηδὲ πρεσβυτέρους τετταράκοντα πέντε.
安条克应提供二十名人质,每三年轮换其他人质,其年龄不得低于十八岁,亦不得高于四十五岁。
§21.43.23ἐὰν δέ τι διαφωνήσῃ τῶν ἀποδιδομένων χρημάτων, τῷ ἐχομένῳ ἔτει ἀποδότωσαν.
如果所支付的款项有任何不足,他们应在次年予以补足。
§21.43.24ἂν δέ τινες τῶν πόλεων ἢ τῶν ἐθνῶν, πρὸς ἃ γέγραπται μὴ πολεμεῖν Ἀντίοχον, πρότεροι ἐκφέρωσι πόλεμον, ἐξέστω πολεμεῖν Ἀντιόχῳ.
如果那些明文规定安条克不得对其发动战争的城市或民族中,有谁先发动战争,安条克将被允许进行战争。
§21.43.25τῶν δὲ ἐθνῶν καὶ πόλεων τούτων μὴ ἐχέτω τὴν κυρίαν αὐτὸς μηδʼ εἰς φιλίαν προσαγέσθω.
但他本人不得拥有对这些民族和城市的统治权,亦不得将其拉入友好关系中。
§21.43.26περὶ δὲ τῶν ἀδικημάτων τῶν πρὸς ἀλλήλους γινομένων εἰς κρίσιν προκαλείσθωσαν.
关于彼此之间发生的侵害事件,他们应通过法律诉讼来解决。
§21.43.27ἐὰν δέ τι θέλωσι πρὸς τὰς συνθήκας ἀμφότεροι κοινῷ δόγματι προστεθῆναι ἢ ἀφαιρεθῆναι ἀπʼ αὐτῶν, ἐξέστω.
如果双方希望通过共同决议对条约进行任何增加或删减,应予以允许。

词汇与语法注释

  1. 21.43.1ποιοῦντι — 与格分词 ποιοῦντι 与 Ἀντιόχῳ 一致,表示条件(“只要他履行……”)。
  2. 21.43.2πολεμίους — 宾格名词 πολεμίους 作不定式 διιέναι 的直接宾语,并受短语 ἐπὶ Ῥωμαίους καὶ τοὺς συμμάχους(“针对罗马人及其盟友”)修饰。意为“不得允许针对罗马人及其盟友的敌对者通过”。
  3. 21.43.14οὗ αὐτὸς κατάρχει — 关系代词 οὗ 的先行词可理解为 μονήρη(单层船)或 πολέμου(战争),在此处被解释为指向前者,意为“由他自己直接指挥的(军船)”或“由他自己控制的”。
  4. 21.43.17εἰ δέ τινας τῶν πόλεων — 这是§21.43.17末尾未完成的条件从句,直接与§21.43.18的 ἃς ἀποδοῦναι δεῖ Ἀντίοχον, ἑτέροις δέδωκεν Ἀντίοχος 相连以构成一个完整的句子。注意这种跨越章节划分的结构性离隔。

引用这一段

波利比奥斯, 历史 §21.43.1-21.43.27. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:21.43.1-21.43.27

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。