§21.32c.1ὅτι τὸ καλὸν καὶ τὸ συμφέρον σπανίως εἴωθε συντρέχειν, καὶ σπάνιοι τῶν ἀνδρῶν εἰσιν οἱ δυνάμενοι ταῦτα συνάγειν καὶ συναρμόζειν πρὸς ἄλληλα.
名誉与利益鲜有能一致的时候,而能够将二者结合并使之相互协调的人也同样罕见。
§21.32c.2κατὰ μὲν γὰρ τὸ πολὺ πάντες ἴσμεν διότι τό τε καλὸν φεύγει τὴν τοῦ παραυτίκα λυσιτελοῦς φύσιν καὶ τὸ λυσιτελὲς τὴν τοῦ καλοῦ.
因为我们大家都知道,在大多数情况下,名誉回避眼前利益的本性,而利益也回避名誉的本性。
§21.32c.3πλὴν ὁ Φιλοποίμην προέθετο ταῦτα καὶ καθίκετο τῆς ἐπιβολῆς· καλὸν μὲν γὰρ τὸ κατάγειν τοὺς αἰχμαλώτους φυγάδας εἰς τὴν Σπάρτην, συμφέρον δὲ τὸ ταπεινῶσαι τὴν τῶν Λακεδαιμονίων πόλιν, καταφονεύσαντα τοὺς δεδορυφορηκότας τῇ τῶν τυράννων δυναστείᾳ.
然而,菲洛皮门确立了这些目标,并实现了他的企图:因为将沦为俘虏的流亡者送回斯巴达是名誉的,而通过屠杀那些曾担任僭主政权护卫兵的人来削弱拉刻代蒙人的城邦则是利益。
§21.32c.4θεωρῶν δʼ ὅτι πάσης βασιλείας ἐπανορθώσεως αἴτια τὰ χρήματα γέγονεν, ἅτε φύσει νουνεχὴς ὢν καὶ στρατηγικός, περιεβα γένοιτο κομιδὴ τῶν ἔξω ποριζομένων χρημάτων.
又因他看到资金是一切王权复兴的根源,且天性聪明而具将帅之才,便极力完全控制从外部筹集的资金。