§21.32.1δόξαντος δὲ τῷ συνεδρίῳ, καὶ τοῦ δήμου συνεπιψηφίσαντος, ἐκυρώθη τὰ κατὰ τὰς διαλύσεις.
经元老院决定,且公民大会亦投票赞成,有关和解的事项正式获得批准。
τὰ δὲ κατὰ μέρος ἦν τῶν συνθηκῶν ταῦτα.
条约的具体内容如下。
“埃托利亚人民应当[维护]罗马人民的自主权与统治权。
πολεμίους μὴ διιέτω διὰ τῆς χώρας καὶ τῶν πόλεων ἐπὶ Ῥωμαίους ἢ τοὺς συμμάχους καὶ φίλους αὐτῶν, μηδὲ χορηγείτω μηδὲν δημοσίᾳ βουλῇ.
绝不准许任何敌人通过其领土和城市去攻打罗马人或其同盟国与友人,亦不得通过公决向其提供任何物资。
§21.32.4καὶ ἐὰν πολεμῶσιν πρός τινας Ῥωμαῖοι, πολεμείτω πρὸς αὐτοὺς ὁ δῆμος ὁ τῶν Αἰτωλῶν.
且若罗马人与任何人开战,埃托利亚人民亦应当与之共同开战。
§21.32.5τοὺς δὲ αὐτομόλους, τοὺς δραπέτας, τοὺς αἰχμαλώτους πάντας τοὺς Ῥωμαίων καὶ τῶν συμμάχων ἀποδότωσαν Αἰτωλοί, §21.32.6χωρὶς τῶν ὅσοι κατὰ πόλεμον ἁλόντες εἰς τὴν ἰδίαν ἀπῆλθον καὶ πάλιν ἑάλωσαν, καὶ χωρὶς τῶν ὅσοι πολέμιοι Ῥωμαίων ἐγένοντο, καθʼ ὃν καιρὸν Αἰτωλοὶ μετὰ Ῥωμαίων συνεπολέμουν, ἐν ἡμέραις ἑκατὸν ἀφʼ ἧς ἂν τὰ ὅρκια τελεσθῇ, τῷ ἄρχοντι τῷ ἐν Κερκύρᾳ·
埃托利亚人应当归还所有属于罗马人及其同盟国的逃兵、逃奴和捕虏,但那些在战争中被俘后返回本国又再次被俘的人除外,以及在埃托利亚人与罗马人协同作战期间成为罗马人敌人的人除外;这些应在条约缔结后的一百天内,交付给在科尔库拉的行政官。
§21.32.7ἐὰν δὲ μὴ εὑρεθῶσίν τινες ἐν τῷ χρόνῳ τούτῳ, ὅταν ἐμφανεῖς γένωνται, τότε ἀποδότωσαν χωρὶς δόλου· καὶ τούτοις μετὰ τὰ ὅρκια μὴ ἔστω ἐπάνοδος εἰς τὴν Αἰτωλίαν.
若在此期限内未找到某些人,一旦他们出现,便应当真诚无欺地予以归还;而在条约缔结之后,这些人不得再返回埃托利亚。
§21.32.8δότωσαν δὲ Αἰτωλοὶ ἀργυρίου μὴ χείρονος Ἀττικοῦ παραχρῆμα μὲν τάλαντα Εὐβοϊκὰ διακόσια τῷ στρατηγῷ τῷ ἐν τῇ Ἑλλάδι, ἀντὶ τρίτου μέρους τοῦ ἀργυρίου χρυσίον, ἐὰν βούλωνται, διδόντες, τῶν δέκα μνῶν ἀργυρίου χρυσίου μνᾶν διδόντες,
埃托利亚人应当立即用不劣于雅典标准的银币,向在希腊的将军支付两百个尤波亚塔兰同;若他们愿意,可用金币代替其中三分之一的白银,以一米纳黄金兑换十米纳白银的比例支付。
§21.32.9ἀφʼ ἧς δʼ ἂν ἡμέρας τὰ ὅρκια τμηθῇ ἐν ἔτεσι τοῖς πρώτοις ἓξ κατὰ ἔτος ἕκαστον τάλαντα πεντήκοντα· καὶ τὰ χρήματα καθιστάτωσαν ἐν Ῥώμῃ.
自条约缔结之日起,在最初的六年内,每年应当支付五十塔兰同;并且应当将款项解往罗马。
δότωσαν Αἰτωλοὶ ὁμήρους τῷ στρατηγῷ τετταράκοντα, §21.32.10μὴ νεωτέρους ἐτῶν δώδεκα μηδὲ πρεσβυτέρους τετταράκοντα, εἰς ἔτη ἕξ, οὓς ἂν Ῥωμαῖοι προκρίνωσιν, χωρὶς στρατηγοῦ καὶ ἱππάρχου καὶ δημοσίου γραμματέως καὶ τῶν ὡμηρευκότων ἐν Ῥώμῃ.
埃托利亚人应当向将军交出四十名人质,其年龄不得小于十二岁且不得大于四十岁,为期六年,由罗马人挑选,但将军、骑兵长官、公署秘书以及已在罗马充当人质的人除外。
καὶ τὰ ὅμηρα καθιστάτωσαν εἰς Ῥώμην· §21.32.11ἐὰν δέ τις ἀποθάνῃ τῶν ὁμήρων, ἄλλον ἀντικαθιστάτωσαν.
并且应当将人质解往罗马;若人质中有人死亡,应当替换另一人。
§21.32.12περὶ δὲ Κεφαλληνίας μὴ ἔστω ἐν ταῖς συνθήκαις.
凯法莱尼亚岛不应包括在条约之内。
§21.32.13ὅσαι χῶραι καὶ πόλεις καὶ ἄνδρες, οἷς οὗτοι ἐχρῶντο, ἐπὶ Λευκίου Κοϊντίου καὶ Γναΐου Δομετίου στρατηγῶν ἢ ὕστερον ἑάλωσαν ἢ εἰς φιλίαν ἦλθον Ῥωμαίοις, τούτων τῶν πόλεων καὶ τῶν ἐν ταύταις μηδένα προσλαβέτωσαν Αἰτωλοί.
凡是他们曾经占有、且在卢基乌斯·昆克蒂乌斯与格奈乌斯·多米蒂乌斯担任将军期间或之后被罗马人征服或与罗马人建立友好关系的所有领土、城市和人民,埃托利亚人不得接纳这些城市及其中的任何人。
§21.32.14ἡ δὲ πόλις καὶ ἡ χώρα ἡ τῶν Οἰνιαδῶν Ἀκαρνάνων ἔστω. "
奥尼阿代城及其领土应当归阿卡纳尼亚人所有。
§21.32.15τμηθέντων δὲ τῶν ὁρκίων ἐπὶ τούτοις συνετετέλεστο τὰ τῆς εἰρήνης.
” 在这些条款下缔结誓约后,和平得以达成。
καὶ τὰ μὲν κατὰ τοὺς Αἰτωλοὺς καὶ καθόλου τοὺς Ἕλληνας τοιαύτην ἔσχε τὴν ἐπιγραφήν. —
关于埃托利亚人以及整个希腊人的事务便以此种方式尘埃落定。