Humanitext Reader

波利比奥斯 · 历史 §21.31.1-21.31.16

雅典使节雷翁的申辩与元老院决定媾和

第 991 段,共 1311 段 · 希腊语

内容简介

埃托利亚和罗马的使节抵达罗马后,因马其顿国王菲利普的干预,元老院对埃托利亚人的愤怒再次被点燃。然而,雅典使节雷翁通过将普通民众比作大海、将煽动者比作暴风的演说,成功说服元老院同意和解。

§21.31.1οὗτοι μὲν οὖν παραλαβόντες τούς τε Ῥοδίους καὶ τοὺς Ἀθηναίους ἔπλεον ἐπὶ τὸ προκείμενον·
于是,他们带着罗得斯人和雅典人,向着既定的目的地进发。
§21.31.2παραπλησίως δὲ καὶ Μάρκος ἐξαπέστειλε Γάιον τὸν Οὐαλέριον καί τινας ἑτέρους τῶν φίλων πράξοντας τὰ περὶ τῆς εἰρήνης.
同样地,马可斯也派遣了盖乌斯·瓦莱里乌斯和其他几位朋友,去办理有关和平的事宜。
§21.31.3ἀφικομένων δʼ εἰς τὴν Ῥώμην, πάλιν ἐκαινοποιήθη τὰ τῆς ὀργῆς πρὸς Αἰτωλοὺς διὰ Φιλίππου τοῦ βασιλέως·
当他们抵达罗马时,由于国王菲利普的缘故,对埃托利亚人的愤怒再次死灰复燃。
§21.31.4ἐκεῖνος γὰρ δοκῶν ἀδίκως ὑπὸ τῶν Αἰτωλῶν ἀφῃρῆσθαι τὴν Ἀθαμανίαν καὶ τὴν Δολοπίαν διεπέμψατο πρὸς τοὺς φίλους, ἀξιῶν αὐτοὺς συνοργισθῆναι καὶ μὴ προσδέξασθαι τὰς διαλύσεις.
因为他认为阿塔马尼亚和多洛皮亚是被埃托利亚人不正当地夺去的,于是向他的朋友们送信,请求他们一同感到愤慨,不要接受这项和解。
§21.31.5διὸ καὶ τῶν μὲν Αἰτωλῶν εἰσπορευθέντων παρήκουεν ἡ σύγκλητος, τῶν δὲ Ῥοδίων καὶ τῶν Ἀθηναίων ἀξιούντων ἐνετράπη καὶ προσέσχε τὸν νοῦν.
因此,当埃托利亚人进入时,元老院不予理睬;但当罗得斯人和雅典人提出请求时,元老院受到了打动并予以关注。
§21.31.6καὶ γὰρ ἐδόκει μετὰ Δάμωνʼ ὁ Κιχησίου λέων ἄλλα τε καλῶς εἰπεῖν καὶ παραδείγματι πρὸς τὸ παρὸν οἰκείῳ χρήσασθαι κατὰ τὸν λόγον.
因为人们认为,在达蒙之后,基克西亚斯之子雷翁不仅在其他方面说得很得体,而且在演讲中还针对当前的情况使用了一个恰当的比喻。
§21.31.7ἔφη γὰρ ὀργίζεσθαι μὲν εἰκότως τοῖς Αἰτωλοῖς· πολλὰ γὰρ εὖ πεπονθότας τοὺς Αἰτωλοὺς ὑπὸ Ῥωμαίων οὐ χάριν ἀποδεδωκέναι τούτων, ἀλλʼ εἰς μέγαν ἐνηνοχέναι κίνδυνον τὴν Ῥωμαίων ἡγεμονίαν ἐκκαύσαντας τὸν πρὸς Ἀντίοχον πόλεμον· ἐν τούτῳ δὲ διαμαρτάνειν τὴν σύγκλητον,
因为他说,元老院对埃托利亚人生气是理所当然的;因为埃托利亚人虽然从罗马人那里得到了许多恩惠,却不仅没有对此表示感激,反而通过点燃针对安条克的战争,使罗马的霸权陷入了巨大的危险之中;但在这一点上,元老院犯了错误,即把愤怒发泄在普通民众身上。
§21.31.8ἐν ᾧ τὴν ὀργὴν φέρειν ἐπὶ τοὺς πολλούς. §21.31.9εἶναι γὰρ τὸ συμβαῖνον ἐν ταῖς πολιτείαις περὶ τὰ πλήθη παραπλήσιον τῷ γινομένῳ περὶ τὴν θάλατταν.
因为在国家中,发生在民众身上的情况与发生在海里的情况非常相似。
§21.31.10καὶ γὰρ ἐκείνην κατὰ μὲν τὴν αὑτῆς φύσιν ἀεί ποτʼ εἶναι γαληνὴν καὶ καθεστηκυῖαν καὶ συλλήβδην τοιαύτην ὥστε μηδέποτʼ ἂν ἐνοχλῆσαι μηδένα τῶν προσπελαζόντων αὐτῇ καὶ χρωμένων· §21.31.11ἐπειδὰν δʼ ἐμπεσόντες εἰς αὐτὴν ἄνεμοι βίαιοι ταράξωσι καὶ παρὰ φύσιν ἀναγκάσωσι κινεῖσθαι, τότε μηθὲν ἔτι δεινότερον εἶναι μηδὲ φοβερώτερον θαλάττης· ὃ καὶ νῦν τοῖς κατὰ τὴν Αἰτωλίαν συμπεσεῖν.
因为大海就其自身的本性而言,始终是平静且安宁的,总的来说,它的性质绝不会给任何接近并利用它的人带来困扰;但当狂风袭来、将它扰乱,并强迫它违反本性而波动时,那时便再没有比大海更可怕、更令人畏惧的东西了;而这正是现在发生在埃托利亚人身上的情况。
§21.31.12"ἕως μὲν γὰρ ἦσαν ἀκέραιοι, πάντων τῶν Ἑλλήνων ὑπῆρχον ὑμῖν εὐνούστατοι καὶ βεβαιότατοι συνεργοὶ πρὸς τὰς πράξεις· §21.31.13ἐπεὶ δʼ ἀπὸ μὲν τῆς Ἀσίας πνεύσαντες Θόας καὶ Δικαίαρχος, ἀπὸ δὲ τῆς Εὐρώπης Μενεστᾶς καὶ Δαμόκριτος συνετάραξαν τοὺς ὄχλους καὶ παρὰ φύσιν ἠνάγκασαν πᾶν καὶ λέγειν καὶ πράττειν, §21.31.14τότε δὴ κακῶς φρονοῦντες ἐβουλήθησαν μὲν ὑμῖν, ἐγένοντο δʼ αὑτοῖς αἴτιοι κακῶν.
“因为只要他们保持纯真,他们就是所有希腊人中对你们最友善、在你们的事务中最坚定的协助者;但当托阿斯和迪凯亚科斯从亚洲吹来,梅内斯塔斯和达莫克里托斯从欧洲吹来,搅乱了群众,强迫他们违背本性去说去行一切时,那时他们糊涂地对你们怀有恶意,却最终给自己带来了祸害。
§21.31.15ἀνθʼ ὧν ὑμᾶς δεῖ πρὸς ἐκείνους ἔχειν ἀπαραιτήτως, ἐλεεῖν δὲ τοὺς πολλοὺς καὶ διαλύεσθαι πρὸς αὐτούς, εἰδότας ὅτι γενόμενοι πάλιν ἀκέραιοι, καὶ πρὸς τοῖς ἄλλοις ἔτι νῦν ὑφʼ ὑμῶν σωθέντες, εὐνούστατοι πάλιν ἔσονται πάντων Ἑλλήνων.
鉴于这些,你们应当对那些人决不姑息,但要怜悯普通民众并与他们和解,因为你们知道,一旦他们重新恢复纯真,再加上如今又被你们救起,他们将再次成为所有希腊人中最友善的人。
§21.31.16"ὁ μὲν οὖν Ἀθηναῖος ταῦτʼ εἰπὼν ἔπεισε τὴν σύγκλητον διαλύεσθαι πρὸς τοὺς Αἰτωλούς.
” 于是,这位雅典人说完这些话,说服了元老院与埃托利亚人和解。

词汇与语法注释

  1. 21.31.2πράξοντας — 阳性复数宾格的将来时主动分词,在此表示目的(“为了办理……”)。它与前文的宾语 `Γάιον τὸν Οὐαλέριον καί τινας ἑτέρους τῶν φίλων` 一致。
  2. 21.31.6μετὰ Δάμωνʼ ὁ Κιχησίου λέων — 手抄本中记为小写的 `λέων`(狮子),但这实际上是雅典使节的名字 `Λέων`(雷翁)的误读。此外,`μετὰ Δάμωνʼ` 是 `μετὰ Δάμωνα`(在达蒙之后)的缩约形,表明在另一位雅典使节达蒙发言之后,雷翁接着发言。
  3. 21.31.7ἐν τούτῳ δὲ διαμαρτάνειν τὴν σύγκλητον — 由动词 `ἔφη`(他说)引导的间接引语中的“宾格加不定式”(ACI)结构。`τὴν σύγκλητον` 是不定式 `διαμαρτάνειν` 的逻辑主语。指示代词与格短语 `ἐν τούτῳ`(在此点上)在下一节 §21.31.8 中由关系从句 `ἐν ᾧ...`(即在……的这一点上)进行了具体说明。
  4. 21.31.11ὃ καὶ νῦν τοῖς κατὰ τὴν Αἰτωλίαν συμπεσεῖν — 间接引语中的关系从句。虽然间接引语中关系从句的动词通常采用祈愿语气或直陈语气,但这里受主句 ACI 结构(特别是 `εἶναι`)的影响,在关系从句中也使用了不定式 `συμπεσεῖν`,其逻辑主语为关系代词 `ὅ`。`τοῖς κατὰ τὴν Αἰτωλίαν` 是个与格短语,意为“发生在埃托利亚人身上”。

引用这一段

波利比奥斯, 历史 §21.31.1-21.31.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:21.31.1-21.31.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。