§21.29.1ὅτι κατὰ τὸν καιρὸν τοῦτον οἱ παρὰ τῶν Ἀθηναίων καὶ τῶν Ῥοδίων πρέσβεις ἧκον ἐπὶ τὸ στρατόπεδον τῶν Ῥωμαίων, συνεπιληψόμενοι τῶν διαλύσεων.
此时,雅典人和罗得斯人的使节来到了罗马人的军营,以便共同协助进行和议的谈判。
§21.29.2ὅ τε βασιλεὺς τῶν Ἀθαμάνων Ἀμύνανδρος παρεγένετο σπουδάζων ἐξελέσθαι τοὺς Ἀμβρακιώτας ἐκ τῶν περιεστώτων κακῶν, δοθείσης αὐτῷ τῆς ἀσφαλείας ὑπὸ τοῦ Μάρκου διὰ τὸν καιρόν· §21.29.3πάνυ γὰρ οἰκείως εἶχε πρὸς τοὺς Ἀμβρακιώτας διὰ τὸ καὶ πλείω χρόνον ἐν τῇ πόλει ταύτῃ διατετριφέναι κατὰ φυγήν.
阿塔马尼亚人的国王阿妙兰德也赶到了,他急于将安布拉基亚人从重重灾难中解救出来,由于时局的原因,马可斯已经给予了他安全保证;因为他与安布拉基亚人非常亲近,他在流亡期间曾在这座城市里度过了相当长的一段时间。
§21.29.4ἧκον δὲ καὶ παρὰ τῶν Ἀκαρνάνων μετʼ ὀλίγας ἡμέρας ἄγοντές τινες τοὺς περὶ Δαμοτέλην· ὁ γὰρ Μάρκος πυθόμενος τὴν περιπέτειαν αὐτῶν ἔγραψε τοῖς Θυρρειεῦσιν ἀνακομίζειν τοὺς ἄνδρας ὡς αὑτόν.
几天后,一些人也从阿卡纳尼亚人那里走来,带来了达莫特莱斯及其同伴;因为马可斯听说了他们的遭遇,写信给瑟雷昂人,让他们把这些人送到他这里来。
§21.29.5πάντων δὲ τούτων ἡθροισμένων ἐνηργεῖτο φιλοτίμως τὰ πρὸς τὰς διαλύσεις.
当所有这些人都聚集在一起时,和议的谈判便充满热忱地积极进行着。
§21.29.6ὁ μὲν οὖν Ἀμύνανδρος κατὰ τὴν αὑτοῦ πρόθεσιν εἴχετο τῶν Ἀμβρακιωτῶν, παρακαλῶν σῴζειν σφᾶς αὐτούς εἶναι δὲ τοῦτον οὐ μακράν, ἐὰν μὴ βουλεύσωνται βέλτιον περὶ αὑτῶν.
于是,阿妙兰德按照自己的意图紧紧拉住安布拉基亚人,劝告他们拯救自己,并说如果他们不为自己做出更好的决定,这种毁灭就为期不远了。
§21.29.7πλεονάκις δὲ προσπελάζοντος αὐτοῦ τῷ τείχει καὶ διαλεγομένου περὶ τούτων, ἔδοξε τοῖς Ἀμβρακιώταις εἰσκαλέσασθαι τὸν Ἀμύνανδρον εἰς τὴν πόλιν.
由于他多次接近城墙并谈论这些事情,安布拉基亚人决定邀请阿妙兰德进入城内。
§21.29.8τοῦ δὲ στρατηγοῦ συγχωρήσαντος τῷ βασιλεῖ τὴν εἴσοδον, οὗτος μὲν εἰσελθὼν διελέγετο τοῖς Ἀμβρακιώταις περὶ τῶν ἐνεστώτων, §21.29.9οἱ δὲ παρὰ τῶν Ἀθηναίων καὶ τῶν Ῥοδίων πρέσβεις λαμβάνοντες εἰς τὰς χεῖρας τὸν στρατηγὸν τῶν Ῥωμαίων καὶ ποικίλως ὁμιλοῦντες, πραΰνειν ἐπειρῶντο τὴν ὀργὴν αὐτοῦ.
在将军允许国王进入后,后者便进城与安布拉基亚人商讨当前的局势,而雅典人和罗得斯人的使节则拉着罗马将军的手,多方劝说,试图平息他的怒火。
§21.29.10τοῖς δὲ περὶ τὸν Δαμοτέλη καὶ Φαινέαν ὑπέθετό τις ἔχεσθαι καὶ θεραπεύειν τὸν Γάιον Οὐαλέριον· §21.29.11οὗτος δʼ ἦν Μάρκου μὲν υἱὸς τοῦ πρώτου συνθεμένου πρὸς Αἰτωλοὺς τὴν συμμαχίαν, Μάρκου δὲ τοῦ τότε στρατηγοῦντος ἀδελφὸς ἐκ μητρός· ἄλλως δὲ πρᾶξιν ἔχων νεανικὴν ἦν μάλιστα παρὰ τῷ στρατηγῷ πιστευόμενος.
有人向达莫特莱斯和菲尼亚斯及其同伴建议,去依靠并巴结盖乌斯·瓦莱里乌斯;因为他是第一位与埃托利亚人缔结盟约的马可斯之子,也是当时担任将军的马可斯的同母兄弟;此外,他拥有年轻人的实干精神,最受将军信任。
§21.29.12ὃς παρακληθεὶς ὑπὸ τῶν περὶ τὸν Δαμοτέλη καὶ νομίσας ἴδιον εἶναι τὸ πρᾶγμα καὶ καθήκειν αὑτῷ τὸ προστατῆσαι τῶν Αἰτωλῶν, πᾶσαν εἰσεφέρετο σπουδὴν καὶ φιλοτιμίαν, ἐξελέσθαι σπουδάζων τὸ ἔθνος ἐκ τῶν περιεστώτων κακῶν.
他受到达莫特莱斯等人的恳求,并认为这件事与自己切身相关,由他来担任埃托利亚人的保护人是理所当然的,于是他付出了全部的热忱和雄心,急切地想把这个部族从眼前的灾难中解救出来。
§21.29.13ἐνεργῶς δὲ πανταχόθεν προσαγομένης τῆς φιλοτιμίας, ἔλαβε τὸ πρᾶγμα συντέλειαν.
随着各方的热忱积极发挥作用,事情最终得以圆满解决。