Humanitext Reader

波利比奥斯 · 历史 §21.28.1-21.28.18

地下坑道战与埃托利亚人的烟熏防御

第 988 段,共 1311 段 · 希腊语

内容简介

罗马军队试图通过挖掘地下矿道攻入城内,但埃托利亚人利用青铜器皿的共振探测出其位置,并挖掘横向地道与之正面遭遇。随后,埃托利亚人利用在大瓮中燃烧羽毛并用风箱鼓吹烟雾的装置进行烟熏防御,迫使罗马军队陷入困境,这导致围攻拖延,并使埃托利亚将军决定派遣使团。

§21.28.1οἱ δὲ Ῥωμαῖοι συνεχῶς ἐνεργοῦντες τοῖς κριοῖς ἀεί τι παρέλυον τῶν τειχῶν·
而罗马人则不断积极地使用破城槌,总是震毁一部分城墙。
§21.28.2οὐ μὴν εἴς γε τὴν πόλιν ἐδύναντο βιάσασθαι διὰ τῶν πτωμάτων, τῷ καὶ τὴν ἀντοικοδομίαν ὑπὸ τῶν ἔνδον ἐνεργὸν εἶναι καὶ μάχεσθαι γενναίως ἐπὶ τοῦ πίπτοντος μέρους τοὺς Αἰτωλούς.
然而,由于城内的人们积极地重建对立墙,且埃托利亚人在城墙倒塌的地方英勇作战,罗马人并不能通过这些塌方处强行攻入城内。
§21.28.3διόπερ ἀπορούμενοι κατήντησαν ἐπὶ τὸ μεταλλεύειν καὶ χρῆσθαι τοῖς ὀρύγμασιν ὑπὸ γῆς.
因此,他们在无计可施之下,转而采取开挖矿道的方法,利用地下的掘坑。
§21.28.4ἀσφαλισάμενοι δὲ τὸ μέσον ἔργον τῶν τριῶν τῶν προϋπαρχόντων καὶ σκεπάσαντες ἐπιμελῶς [τὴν σύριγγα] τοῖς γέρροις, προεβάλοντο στοὰν παράλληλον τῷ τείχει σχεδὸν ἐπὶ δύο πλέθρα.
他们在确保了先前已存在的三个工事中中间那个的安全,并用柳条盾仔细遮盖了地道之后,便沿着与城墙平行的方向,向前推进了将近两普勒特隆长的遮蔽通道。
§21.28.5καὶ λαβόντες ἀρχὴν ἐκ ταύτης ὤρυττον ἀδιαπαύστως καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν ἐκ διαδοχῆς.
并以此为起点,昼夜不停地轮班挖掘。
§21.28.6ἐφʼ ἱκανὰς μὲν οὖν ἡμέρας ἐλάνθανον τοὺς ἔνδον φέροντες ἔξω τὸν χοῦν διὰ τῆς σύριγγος.
因此,在相当长的一些日子里,他们通过地道把掘出的泥土运到外面,而未被城内的人察觉。
§21.28.7ὡς δὲ μέγας ὁ σωρὸς ἐγένετο τῆς ἐκφερομένης γῆς καὶ σύνοπτος τοῖς ἐκ τῆς πόλεως, οἱ προεστῶτες τῶν πολιορκουμένων ὤρυττον τάφρον ἔσωθεν ἐνεργῶς παράλληλον τῷ τείχει καὶ τῇ στοᾷ τῇ πρὸ τῶν πύργων. ἐπειδὴ δὲ βάθος ἔσχεν ἱκανόν,
但是,当运出来的土堆变得庞大且能被城里的人望见时,被围者的领袖们便在城内积极地挖了一条与城墙及塔楼前的遮蔽通道平行的壕沟。
§21.28.8ἑξῆς ἔθηκαν παρὰ τὸν ἕνα τοῖχον τῆς τάφρου τὸν ἐγγὺς τῷ τείχει χαλκώματα συνεχῆ, λεπτότατα ταῖς κατασκευαῖς, καὶ παρὰ ταῦτα διὰ τῆς τάφρου παριόντες ἠκροῶντο τοῦ ψόφου τῶν ὀρυττόντων ἔξωθεν.
当壕沟有了足够的深度时,他们接着在壕沟靠近城墙的那一侧沟壁旁,连续放置了许多制作得极薄的青铜器皿,并沿着壕沟从这些器皿旁走过,倾听外面挖掘者的声音。
§21.28.9ἐπεὶ δʼ ἐσημειώσαντο τὸν τόπον, καθʼ ὃν ἐδήλου τινὰ τῶν χαλκωμάτων διὰ τῆς συμπαθείας, ὤρυττον ἔσωθεν ἐπικαρσίαν πρὸς τὴν ὑπάρχουσαν ἄλλην κατὰ γῆς τάφρον ὑπὸ τὸ τεῖχος, στοχαζόμενοι τοῦ συμπεσεῖν ἐναντίοι τοῖς πολεμίοις.
当他们标示出因共振而使某些青铜器皿显露出迹象的地点后,便从内部向城墙下方已有的另一条地下通道横向挖掘,旨在与敌人正面相迎。
§21.28.10ταχὺ δὲ τούτου γενομένου, διὰ τὸ τοὺς Ῥωμαίους μὴ μόνον ἀφῖχθαι πρὸς τὸ τεῖχος ὑπὸ γῆς, ἀλλὰ καὶ διεστυλωκέναι τόπον ἱκανὸν τοῦ τείχους ἐφʼ ἑκάτερον τὸ μέρος τοῦ μετάλλου, συνέπεσον ἀλλήλοις.
这一情况迅速发生,因为罗马人不仅已在地下抵达城墙,而且还在矿道的两侧用支柱支撑起了相当大的一段城墙,于是双方相遇了。
§21.28.11καὶ τὸ μὲν πρῶτον ἐμάχοντο ταῖς σαρίσαις ὑπὸ γῆν· ἐπεὶ δʼ οὐδὲν ἠδύναντο μέγα ποιεῖν διὰ τὸ προβάλλεσθαι θυρεοὺς καὶ γέρρα πρὸ αὑτῶν ἀμφότεροι, §21.28.12τὸ τηνικάδʼ ὑπέθετό τις τοῖς πολιορκουμένοις πίθον προθεμένους ἁρμοστὸν κατὰ τὸ πλάτος τῷ μετάλλῳ τρυπῆσαι τὸν πυθμένα καὶ διώσαντας αὐλίσκον σιδηροῦν ἴσον τῷ τεύχει πλῆσαι τὸν πίθον ὅλον πτίλων λεπτῶν καὶ πυρὸς παντελῶς μικρὸν ἐμβαλεῖν ὑπʼ αὐτὸ τὸ τοῦ πίθου περιστόμιον· §21.28.13κἄπειτα σιδηροῦν πῶμα τρημάτων πλῆρες τῷ στόματι περιθέντας ἀσφαλῶς εἰσάγειν διὰ τοῦ μετάλλου, νεύοντι τῷ στόματι πρὸς τοὺς ὑπεναντίους· §21.28.14ὁπότε δʼ ἐγγίσαιεν τοῖς πολεμίοις, περισάξαντας τὰ χείλη τοῦ πίθου πανταχόθεν τρήματα δύο καταλιπεῖν ἐξ ἑκατέρου τοῦ μέρους, διʼ ὧν διωθοῦντες τὰς σαρίσας οὐκ ἐάσουσι προσιέναι τῷ πίθῳ τοὺς ὑπεναντίους· §21.28.15μετὰ δὲ ταῦτα λαβόντας ἀσκόν, ᾧπερ οἱ χαλκεῖς χρῶνται, καὶ προσαρμόσαντας πρὸς τὸν αὐλὸν τὸν σιδηροῦν φυσᾶν ἐνεργῶς τὸ πρὸς τῷ στόματι πῦρ ἐν τοῖς πτίλοις ἐγκείμενον, κατὰ τοσοῦτον ἐπαγομένους ἀεὶ τὸν αὐλὸν ἐκτός, καθʼ ὅσον ἂν ἐκκάηται τὰ πτίλα.
起初,他们在地下用萨里沙长枪交战;但由于双方都在自己身前架起大盾和柳条盾,因而无法取得任何重大战果,此时有人给被围者出了个主意:在身前放置一个宽度与矿道相合的大瓮,将其底部钻孔,穿入一根长度与瓮体相等的铁管,把整个大瓮装满细软的羽毛,并在紧挨着瓮口边缘的下方放进极微小的火种;然后在瓮口牢固地盖上一个满是小孔的铁盖,穿过矿道推过去,使瓮口朝向敌人;每当他们逼近敌人时,便把大瓮的边缘四周都塞紧,只在两侧各留下两个孔,通过这两个孔伸出萨里沙长枪,不让敌人接近大瓮;随后,取一个铁匠使用的皮风箱,套在铁管上,大力吹动埋在羽毛中靠近瓮口的火,随着羽毛的烧尽,不断将铁管往外抽回。
γενομένων δὲ πάντων καθάπερ προείρηται, §21.28.16τό τε πλῆθος τοῦ καπνοῦ συνέβαινε πολὺ γίνεσθαι καὶ τῇ δριμύτητι διαφέρον διὰ τὴν φύσιν τῶν πτίλων, φέρεσθαί τε πᾶν εἰς τὸ τῶν πολεμίων μέταλλον.
当一切都按照上述方法准备就绪后,结果产生了大量的烟雾,由于羽毛的性质,其刺鼻程度非同寻常,且全部涌进了敌人的矿道。
§21.28.17ὥστε καὶ λίαν κακοπαθεῖν καὶ δυσχρηστεῖσθαι τοὺς Ῥωμαίους, οὔτε κωλύειν οὔθʼ ὑπομένειν δυναμένους ἐν τοῖς ὀρύγμασι τὸν καπνόν.
因而罗马人痛苦不堪,陷入了极大的困境,因为他们在挖掘的地道中既无法阻止也无法忍受这股烟雾。
§21.28.18τοιαύτην δὲ λαμβανούσης τριβὴν τῆς πολιορκίας ὁ στρατηγὸς τῶν Αἰτωλῶν πρεσβεύειν ἔγνω πρὸς τὸν στρατηγὸν τῶν Ῥωμαίων. —
围攻行动如此拖延下去,埃托利亚人的将军决定向罗马人的将军派遣使团。

词汇与语法注释

  1. §21.28.2τῷ καὶ τὴν ἀντοικοδομίαν ὑπὸ τῶν ἔνδον ἐνεργὸν εἶναι καὶ μάχεσθαι γενναίως ἐπὶ τοῦ πίπτοντος μέρους τοὺς Αἰτωλούς — 由无介词的中性单数与格定冠词 `τῷ` 引导的一系列不定式从句(`εἶναι` 和 `μάχεσθαι`)表示主句中不可能性(`οὐκ ἐδύναντο`)的“原因”。不定式的逻辑主语分别为宾格的 `τὴν ἀντοικοδομίαν` 和 `τοὺς Αἰτωλούς`。
  2. §21.28.12προθεμένους ἁρμοστὸν κατὰ τὸ πλάτος τῷ μετάλλῳ τρυπῆσαι τὸν πυθμένα καὶ διώσαντας αὐλίσκον σιδηροῦν ἴσον τῷ τεύχει πλῆσαι τὸν πίθον ὅλον πτίλων λεπτῶν καὶ πυρὸς παντελῶς μικρὸν ἐμβαλεῖν — 尽管有与格的 `τοῖς πολιορκουμένοις` 来表示动词 `ὑπέθετο`(建议)的对象,但伴随一系列不定式(`τρυπῆσαι`、`πλῆσαι`、`ἐμβαλεῖν`)的分词(`προθεμένους`、`διώσαντας`)却采用了复数宾格。这是因为发生了格的转移(格的不一致),分词被吸引到了不定式的宾格主语上。
  3. §21.28.15κατὰ τοσοῦτον ... καθʼ ὅσον ἂν ἐκκάηται — 这一结构展示了指示副词短语 `κατὰ τοσοῦτον`(在同等程度上)与关系副词短语 `καθʼ ὅσον`(在……的范围内、随着)之间的相关关系。从句中的 `ἄν` 配合现在时虚拟语气 `ἐκκάηται` 表示时间上或一般性的反复(随着羽毛被烧尽)。

引用这一段

波利比奥斯, 历史 §21.28.1-21.28.18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:21.28.1-21.28.18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。