Humanitext Reader

波利比奥斯 · 历史 §21.22.1-21.22.15

罗得斯使者要求保障亚洲希腊城邦的自由

第 982 段,共 1311 段 · 希腊语

内容简介

欧墨奈斯演讲后,元老院接见了士麦那人,随后召入罗得斯人。罗得斯人在对欧墨奈斯表达敬意的同时,强烈主张亚洲希腊城邦的自由与自治,并建议可以通过赠予其他领土来充分报答国王。

§21.22.1ὁ μὲν οὖν Εὐμένης ἱκανῶς εἰπὼν ἀπηλλάγη, τὸ δὲ συνέδριον αὐτόν τε τὸν βασιλέα καὶ τὰ ῥηθέντα φιλοφρόνως ἀπεδέχετο καὶ πᾶν τὸ δυνατὸν προθύμως εἶχεν αὐτῷ χαρίζεσθαι.
ὁ μὲν οὖν Εὐμένης ἱκανῶς εἰπὼν ἀπηλλάγη, τὸ δὲ συνέδριον αὐτόν τε τὸν βασιλέα καὶ τὰ ῥηθέντα φιλοφρόνως ἀπεδέχετο καὶ πᾶν τὸ δυνατὸν προθύμως εἶχεν αὐτῷ χαρίζεσθαι. 欧墨奈斯充分阐述完毕后便退席了,元老院友好地接纳了国王本人及他所说的话,并热切地愿意为他提供一切可能的便利。
§21.22.2μετὰ δὲ τοῦτον ἐβούλοντο μὲν εἰσάγειν Ῥοδίους.
μετὰ δὲ τοῦτον ἐβούλοντο μὲν εἰσάγειν Ῥοδίους. ἀφυστεροῦντος δέ τινος τῶν πρεσβευτῶν εἰσεκαλέσαντο τοὺς Σμυρναίους. 在他之后,他们本想引入罗得斯人。
ἀφυστεροῦντος δέ τινος τῶν πρεσβευτῶν εἰσεκαλέσαντο τοὺς Σμυρναίους.
但由于使节中的一人迟到,他们便召入了士麦那人。
§21.22.3οὗτοι δὲ πολλοὺς μὲν ἀπολογισμοὺς εἰσήνεγκαν περὶ τῆς αὑτῶν εὐνοίας καὶ προθυμίας, ἣν παρέσχηνται Ῥωμαίοις κατὰ τὸν ἐνεστῶτα πόλεμον· §21.22.4οὔσης δὲ τῆς περὶ αὐτῶν δόξης ὁμολογουμένης, διότι γεγόνασι πάντων ἐκτενέστατοι τῶν ἐπὶ τῆς Ἀσίας αὐτονομουμένων, οὐκ ἀναγκαῖον ἡγούμεθʼ εἶναι τοὺς κατὰ μέρος ἐκτίθεσθαι λόγους.
οὗτοι δὲ πολλοὺς μὲν ἀπολογισμοὺς εἰσήνεγκαν περὶ τῆς αὑτῶν εὐνοίας καὶ προθυμίας, ἣν παρέσχηνται Ῥωμαῖοις κα特ὰ τὸν ἐνεστῶτα πόλεμον· 后者就他们在当下的战争中对罗马人所展现的友好与热忱,提出了许多功绩陈述; οὔσης δὲ τῆς περὶ αὐτῶν δόξης ὁμολογουμένης, διότι γεγόνασι πάντων ἐκτενέστατοι τῶν ἐπὶ τῆς Ἀσίας αὐτονομουμένων, οὐκ ἀναγκαῖον ἡγούμεθʼ εἶναι τοὺς κατὰ μέρος ἐκτίθεσθαι λόγους. 但由于关于他们的舆论是一致公认的,即他们是亚洲所有自治人民中最热忱的,因此我们认为没有必要详细陈述他们的具体论点。
§21.22.5ἐπὶ δὲ τούτοις εἰσῆλθον οἱ Ῥόδιοι καὶ βραχέα προενεγκάμενοι περὶ τῶν κατʼ ἰδίαν σφίσι πεπραγμένων εἰς Ῥωμαίους, ταχέως εἰς τὸν περὶ τῆς πατρίδος ἐπανῆλθον λόγον.
ἐπὶ δὲ τούτοις εἰσῆλθον οἱ Ῥόδιοι καὶ βραχέα προενεγκάμενοι περὶ τῶν κατʼ ἰδίαν σφίσι πεπραγμένων εἰς Ῥωμαίους, ταχέως εἰς τὸν περὶ τῆς πα特ρίδος ἐπανῆλθον λόγον. 在他们之后,罗得斯人进场,在简短地阐述了他们个人对罗马人所做出的贡献后,很快便回到了关于他们祖国的主题。
§21.22.6ἐν ᾧ μέγιστον αὑτοῖς ἔφασαν γεγονέναι σύμπτωμα κατὰ τὴν πρεσβείαν, πρὸς ὃν οἰκειότατα διάκεινται βασιλέα καὶ κοινῇ καὶ κατʼ ἰδίαν, πρὸς τοῦτον αὐτοῖς ἀντιπεπτωκέναι τὴν φύσιν τῶν πραγμάτων.
ἐν ᾧ μέγιστον αὑτοῖς ἔφασαν γεγονέναι σύμπτωμα κατὰ τὴν πρεσβείαν, πρὸς ὃν οἰκειότατα διάκεινται βασιλέα καὶ κοινῇ καὶ κατʼ ἰδίαν, πρὸς τοῦτον αὐτοῖς ἀντιπεπτωκέναι τὴν φύσιν τῶν πραγμάτων. 在此发言中,他们表示在这次使节派遣中,他们遭遇了极大的境遇冲突,即事物的本质使他们不得不与那位在公私两方面都与他们最亲近的国王对立。
§21.22.7τῇ μὲν γὰρ αὑτῶν πατρίδι δοκεῖν τοῦτο κάλλιστον εἶναι καὶ μάλιστα πρέπον Ῥωμαίοις, τὸ τοὺς ἐπὶ τῆς Ἀσίας Ἕλληνας ἐλευθερωθῆναι καὶ τυχεῖν τῆς αὐτονομίας τῆς ἅπασιν ἀνθρώποις προσφιλεστάτης, Εὐμένει δὲ καὶ τοῖς ἀδελφοῖς ἥκιστα τοῦτο συμφέρειν· φύσει γὰρ πᾶσαν μοναρχίαν τὸ μὲν ἴσον ἐχθαίρειν, §21.22.8ζητεῖν δὲ πάντας, εἰ δὲ μή γʼ ὡς πλείστους, ὑπηκόους εἶναι σφίσι καὶ πειθαρχεῖν.
τῇ μὲν γὰρ αὑτῶν πατρίδι δοκεῖν τοῦτο κάλλιστον εἶναι καὶ μάλιστα πρέπον Ῥωμαῖοις, τὸ τοὺς ἐπὶ τῆς Ἀσίας Ἕλληνας ἐλευθερωθῆναι καὶ τυχεῖν τῆς αὐτονομίας τῆς ἅπασιν ἀνθρώποις προσφιλεστάτης, Εὐμένει δὲ καὶ τοῖς ἀδελφοῖς ἥκιστα τοῦτο συμφέρειν· φύσει γὰρ πᾶσαν μοναρχίαν τὸ μὲν ἴσον ἐχθαίρειν, 因为在他们的祖国看来,让亚洲的希腊人获得解放并取得对全人类而言最珍贵的自治,这既是最崇高的事,也最适合罗马人;然而对于欧墨奈斯及其兄弟们来说,这却是最不利的。 因为从本性上讲,任何君主政体都憎恨平等, ζητεῖν δὲ πάντας, εἰ δὲ μή γʼ ὡς πλείστους, ὑπηκόους εἶναι σφίσι καὶ πειθαρχεῖν. 并力图使所有人,即便不能,也使尽可能多的人臣服并听命于自己。
§21.22.9ἀλλὰ καίπερ τοιούτων ὄντων τῶν πραγμάτων, ὅμως ἔφασαν πεπεῖσθαι διότι καθίξονται τῆς προθέσεως, οὐ τῷ πλεῖον Εὐμένους δύνασθαι παρὰ Ῥωμαίοις, ἀλλὰ τῷ δικαιότερα φαίνεσθαι λέγοντες καὶ συμφορώτερα πᾶσιν ὁμολογουμένως.
ἀλλὰ καίπερ τοιούτων ὄντων τῶν πραγμάτων, ὅμως ἔφασαν πεπεῖσθαι διότι καθίξονται τῆς προθέσεως, οὐ τῷ πλεῖον Εὐμένους δύνασθαι παρὰ Ῥωμαῖοις, ἀλλὰ τῷ δικαιότερα φαίνεσθαι λέγοντες καὶ συμφορώτερα πᾶσιν ὁμολογουμένως. 然而,尽管情况如此,他们表示依然确信能够达成自己的意图,这并非因为他们在罗马人那里比欧墨奈斯更有影响力,而是因为他们所说的话显然更为公正,且公认对所有人更为有利。
§21.22.10εἰ μὲν γὰρ μὴ δυνατὸν ἦν ἄλλως Εὐμένει χάριν ἀποδοῦναι Ῥωμαίους, εἰ μὴ παραδοῖεν αὐτῷ τὰς αὐτονομουμένας πόλεις, ἀπορεῖν εἰκὸς ἦν περὶ τῶν ἐνεστώτων· ἢ γὰρ φίλον ἀληθινὸν ἔδει παριδεῖν, §21.22.11ἢ τοῦ καλοῦ καὶ καθήκοντος αὑτοῖς ὀλιγωρῆσαι καὶ τὸ τέλος τῶν ἰδίων πράξεων ἀμαυρῶσαι καὶ καταβαλεῖν.
εἰ μὲν γὰρ μὴ δυνατὸν ἦν ἄλλως Εὐμένει χάριν ἀποδοῦναι Ῥωμαίους, εἰ μὴ παραδοῖεν αὐτῷ τὰς αὐτονομουμένας πόλεις, ἀπορεῖν εἰκὸς ἦν περὶ τῶν ἐνεστώτων· ἢ γὰρ φίλον ἀληθινὸν ἔδει παριδεῖν, 因为,如果除了将这些自治城市移交给欧墨奈斯之外,罗马人就没有其他方式来报答他的恩情,那么对现状感到为难也是理所当然的;因为他们要么必须忽视一位真正的朋友, ἢ τοῦ καλοῦ καὶ καθήκοντος αὑτοῖς ὀλιγωρῆσαι καὶ τὸ τέλος τῶν ἰδίων πράξεων ἀμαυρῶσαι καὶ καταβαλεῖν. 要么就必须轻视对他们自己而言的崇高与职责,从而使他们自身行动的终极目的变得黯淡无光并付诸东流。
§21.22.12"εἰ δʼ ἀμφοτέρων τούτων ἱκανῶς ἔξεστιν προνοηθῆναι, τίς ἂν ἔτι περὶ τούτου διαπορήσειεν;
"εἰ δʼ ἀμφοτέρων τούτων ἱκανῶς ἔξεστιν προνοηθῆναι, τίς ἂν ἔτι περὶ τούτου διαπορήσειεν; “但如果完全可以对这两者都做出充分的周全考虑,谁还会对此产生疑虑呢?
§21.22.13καὶ μὴν ὥσπερ ἐν δείπνῳ πολυτελεῖ, πάντʼ ἔνεστιν ἱκανὰ πᾶσιν καὶ πλείω τῶν ἱκανῶν.
καὶ μὴν ὥσπερ ἐν δείπνῳ πολυτελεῖ, πάντʼ ἔνεστιν ἱκανὰ πᾶσιν καὶ πλείω τῶν ἱκανῶν. 事实上,正如在丰盛的宴席上一样,对所有人而言,一切都是充足的,甚至超过了充足的限度。
§21.22.14καὶ γὰρ Λυκαονίαν καὶ Φρυγίαν τὴν ἐφʼ Ἑλλησπόντου καὶ τὴν Πισιδικήν, πρὸς δὲ ταύταις Χερρόνησον καὶ τὰ προσοροῦντα ταύτῃ τῆς Εὐρώπης ἔξεστιν ὑμῖν οἷς ἂν βούλησθε §21.22.15προστεθέντα πρὸς τὴν Εὐμένους βασιλείαν δεκαπλασίαν αὐτὴν δύναται ποιεῖν τῆς νῦν ὑπαρχούσης· πάντων δὲ τούτων ἢ τῶν πλείστων αὐτῇ προσμερισθέντων, οὐδεμιᾶς ἂν γένοιτο
καὶ γὰρ Λυκαονίαν καὶ Φρυγίαν τὴν ἐφʼ Ἑλλησπόντου καὶ τὴν Πισιδικήν, πρὸς δὲ ταύταις Χερρόνησον καὶ τὰ προσοροῦντα ταύτῃ τῆς Εὐρώπης ἔξεστιν ὑμῖν οἷς ἂν βούλησθε 因为吕考尼亚、赫勒斯滂附近的弗里吉亚、皮西迪亚,以及除这些之外的色萨利半岛和与之相邻的欧洲部分地区,你们都可以赠予给任何你们想要赠予的人, προστεθέντα πρὸς τὴν Εὐμένους βασιλείαν δεκαπλασίαν αὐτὴν δύναται ποιεῖν τῆς νῦν ὑπαρχούσης· πάντων δὲ το树ων ἢ τῶν πλείστων αὐτῇ προσμερισθέντων, οὐδεμιᾶς ἂν γένοιτο 将这些并入欧墨奈斯的王国,可以使它的规模达到现在的十倍;如果将所有这些或其中大部分分配给该国,将不会产生任何……”

词汇与语法注释

  1. 21.22.1εἶχεν αὐτῷ χαρίζεσθαι — 动词 ἔχω 结合副词与不定式的句式,表示“处于某种状态去作某事”或“倾向于做某事”。此处 προθύμως εἶχεν(热切地倾向于)后接不定式 χαρίζεσθαι(施恩、使人高兴)。
  2. 21.22.6πρὸς ὃν οἰκειότατα διάκεινται βασιλέα — 先行词并入关系从句(incorporation)的现象。本应作为先行词的 τὸν βασιλέα 被置于关系代词 ὃν 之后并入到了关系从句内部。在句法上,它等同于 πρὸς τὸν βασιλέα, πρὸς ὃν ...
  3. 21.22.9τῷ δικαιότερα φαίνεσθαι λέγοντες — 冠词性不定式用作表示原因的与格(τῷ ... φαίνεσθαι),与主句动词 ἔφασαν 的隐含主语(罗得斯人)相一致的主格分词 λέγοντες 相结合的结构。φαίνομαι 结合分词表示“显而易见在做某事”,整句意为“通过显出自己是在说更公正的话”。
  4. 21.22.15οὐδεμιᾶς ἂν γένοιτο — 希腊语原文在此处中断(由于抄本残缺或顿绝法)。在句法上,属格阴性单数 οὐδεμιᾶς 暗示在 γένοιτο 之后本应接一个阴性名词,如 χρείας(需要)或 ἀμφισβητήσεως(争端),意为“将不会产生任何[需要/争端]”。

引用这一段

波利比奥斯, 历史 §21.22.1-21.22.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:21.22.1-21.22.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。