Humanitext Reader

波利比奥斯 · 历史 §21.19.1-21.19.12

欧墨尼斯警告元老院警惕罗得斯人的企图

第 979 段,共 1311 段 · 希腊语

内容简介

欧墨尼斯国王向元老院表明,虽然他将自身的事务留给元老院决定,但他对罗得斯人的动向深感忧虑。他警告说,罗得斯人声称的“亚洲希腊人的自由”实际上是一个幌子,旨在通过削弱欧墨尼斯的王国来扩大自身势力。

§21.19.1ἠναγκάσθη περὶ τῶν προκειμένων.
他被迫就眼前的事务发言。
ἔφασκεν οὖν ἄλλο μὲν οὐδὲν ἂν εἰπεῖν περὶ τῶν καθʼ αὑτόν, ἀλλὰ μεῖναι τελέως διδοὺς ἐκείνοις τὴν ἐξουσίαν· ἕνα δὲ τόπον ἀγωνιᾶν τὸν κατὰ τοὺς Ῥοδίους·
因此,他声称自己不会再就个人的事务多说什么,而是完全将决定权留给他们,但他对一个问题感到忧虑,那就是关于罗得斯人的问题。
§21.19.2διὸ καὶ προῆχθαι νῦν εἰς τὸ λέγειν ὑπὲρ τῶν ἐνεστώτων.
因此,他现在才被引导出来,就当前的局势发言。
§21.19.3ἐκείνους γὰρ παρεῖναι μὲν οὐδὲν ἧττον ὑπὲρ τῆς σφετέρας πατρίδος συμφερόντως σπουδάζοντας ἤπερ αὑτοὺς ὑπὲρ τῆς ἰδίας ἀρχῆς φιλοτιμεῖσθαι κατὰ τὸ παρόν· §21.19.4τοὺς δὲ λόγους αὐτῶν τὴν ἐναντίαν ἔμφασιν ἔχειν τῇ προθέσει τῇ κατὰ τὴν ἀλήθειαν.
因为他们在此为自己祖国的利益而热心奉献,丝毫不亚于他们自己目前为自己的统治权而竞争;然而他们的言辞所呈现的印象却与其实际意图相反。
τοῦτο δʼ εἶναι ῥᾴδιον καταμαθεῖν.
而这一点是很容易理解的。
§21.19.5ἐρεῖν μὲν γὰρ αὐτούς, ἐπειδὰν εἰσπορευθῶσιν, διότι πάρεισιν οὔτε παρʼ ὑμῶν αἰτούμενοι τὸ παράπαν οὐδὲν οὔθʼ ἡμᾶς βλάπτειν θέλοντες κατʼ οὐδένα τρόπον, πρεσβεύονται δὲ περὶ τῆς ἐλευθερίας τῶν τὴν Ἀσίαν κατοικούντων Ἑλλήνων. "
因为他们一旦进来,就会说,他们来这里根本不是为了向你们乞求任何东西,也不是想以任何方式伤害我们,而是为了居住在亚洲的希腊人的自由而作为使者前来。
§21.19.6τοῦτο δʼ οὐχ οὕτως αὐτοῖς εἶναι κεχαρισμένον φήσουσιν ὡς ὑμῖν καθῆκον καὶ τοῖς γεγονόσιν ἔργοις ἀκόλουθον.
而且他们会说,这不仅取悦了他们自己,更是你们应尽的本分,也与你们过去的丰功伟绩相符。
§21.19.7ἡ μὲν οὖν διὰ τῶν λόγων φαντασία τοιαύτη τις αὐτῶν ἔσται· τὰ δὲ κατὰ τὴν ἀλήθειαν τὴν ἐναντίαν ἔχοντα τούτοις εὑρεθήσεται διάθεσιν.
因此,他们言辞上的表象虽是如此,但事态的真相却将被发现具有与此相反的本质。
§21.19.8τῶν γὰρ πόλεων ἐλευθερωθεισῶν, ὡς αὐτοὶ παρακαλοῦσιν, τὴν μὲν τούτων συμβήσεται δύναμιν αὐξηθῆναι πολλαπλασίως, τὴν δʼ ἡμετέραν τρόπον τινὰ καταλυθῆναι.
因为一旦如他们所请求的那样让这些城市获得自由,结果将是他们的势力会成倍增长,而我们的势力在某种程度上则会被摧毁。
§21.19.9τὸ γὰρ τῆς ἐλευθερίας ὄνομα καὶ τῆς αὐτονομίας ἡμῖν μὲν ἄρδην ἀποσπάσει πάντας οὐ μόνον τοὺς νῦν ἐλευθερωθησομένους, ἀλλὰ καὶ τοὺς πρότερον ἡμῖν ὑποταττομένους, ἐπειδὰν ὑμεῖς ἐπὶ ταύτης ὄντες φανεροὶ γένησθε τῆς προαιρέσεως, τούτοις δὲ προσθήσει πάντας.
因为一旦你们显露出这种意向,“自由”和“自治”的名义不仅会把现在将要获得自由的人,还会把以前臣服于我们的人,都彻底从我们这里夺走,并将他们全部归附于这些人。
§21.19.10τὰ γὰρ πράγματα φύσιν ἔχει τοιαύτην· δόξαντες γὰρ ἠλευθερῶσθαι διὰ τούτους ὀνόματι μὲν ἔσονται σύμμαχοι τούτων, τῇ δʼ ἀληθείᾳ πᾶν ποιήσουσι τὸ κελευόμενον ἑτοίμως, τῇ μεγίστῃ χάριτι γεγονότες ὑπόχρεοι.
因为事物的本性就是如此:由于被认为是因为他们而获得自由,这些人在名义上将是他们的盟友,但在实际上却会甘愿听从一切调遣,因为他们欠下了最大的恩情。
§21.19.11διόπερ, ὦ ἄνδρες, ἀξιοῦμεν ὑμᾶς τοῦτον τὸν τόπον ὑπιδέσθαι, μὴ λάθητε τοὺς μὲν παρὰ τὸ δέον αὔξοντες, τοὺς δʼ ἐλαττοῦντες τῶν φίλων ἀλόγως, §21.19.12ἅμα δὲ τούτοις τοὺς μὲν πολεμίους γεγονότας εὐεργετοῦντες, τοὺς δʼ ἀληθινοὺς φίλους παρορῶντες καὶ
因此,诸位,我们请求你们对这一点保持警惕,以免在不知不觉中,不当地壮大了一些朋友,却无理地削弱了另一些朋友,同时恩待那些曾是敌人的,而忽视真正的朋友,并且

词汇与语法注释

  1. 21.19.1ἄλλο μὲν οὐδὲν ἂν εἰπεῖν ... ἀλλὰ μεῖναι — 虚词 ἂν 与不定式 εἰπεῖν 连用,代表间接引语中的潜在或意图希求语气(即 ἂν εἴποιμι)。其影响力同样延伸至与之并列的不定式 μεῖναι,表明他完全愿意顺从并保持让元老院做出决定的强烈意愿。
  2. 21.19.1ἕνα δὲ τόπον — 名词 τόπος(地方、空间)在此比喻性地用于表示“论点”、“论题”或“关注的领域”。其后紧跟同位语短语 τὸν κατὰ τοὺς Ῥοδίους(关于罗得斯人的那一点),表明他的忧虑完全集中在涉及罗得斯人的特定问题上。
  3. 21.19.3ἐκείνους γὰρ παρεῖναι μὲν οὐδὲν ἧττον ... ἤπερ αὑτοὺς ... φιλοτιμεῖσθαι — 这是由 ἔφασκен 引导的间接引语中的复杂比较结构。不定式 παρεῖναι 的主语是 ἐκείνους(罗得斯人),并由分词 σπουδάζοντας 修饰。比较级 οὐδὲν ἧττον(不亚于)通过连词 ἤπερ(比)将这一行为与 αὑτοὺς(他们自己)以及不定式 φιλοτιμεῖσθαι 进行对比。
  4. 21.19.11μὴ λάθητε ... αὔξοντες ... ἐλαττοῦντες — 这是 λανθάνω 连用分词(αὔξοντες, ἐλαττοῦντες)的句式,表示“不知不觉地做某事”。此处与否定连词 μή 及虚拟语气连用,对元老院发出了强烈的警告或恳求:“免得你们在不知不觉中壮大了……却削弱了……”

引用这一段

波利比奥斯, 历史 §21.19.1-21.19.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:21.19.1-21.19.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。